Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 58 > >|
Τοιαύτης δὲ τῆς μηχανικῆς ἐπιστήμης ὁμοῦ καὶ τέχνης
ὑπαρχούσης
καὶ εἰς τοσαῦτα μέρη διῃρημένης καλῶς ἔχειν
ἐνόμισα
τά τε λόγῳ γεωμετρικῷ θεωρούμενα [καὶ ἀναγκαιό-
τατα
περὶ τὴν τῶν βαρῶν κίνησιν κείμενα δὲ] παρὰ τοῖς
παλαιοῖς
καὶ τὰ ὑφ' ἡμῶν εὐχρήστως ἀνευρημένα θεωρή-
ματα
συντομώτερον καὶ σαφέστερον ἀναγράψαι βελτίονί τε
λόγῳ
τοῦ παρὰ τοῖς πρότερον ἀναγεγραμμένου συντάξαι,
οἷον
βάρους δοθέντος ὑπὸ δοθείσης [ὑποδοχῆσ] ἀγομένου
δυνάμεως
ἐν τῷ παρὰ τὸν ὁρίζοντα ἐπιπέδῳ, καὶ ἑτέρου
ἐπιπέδου
κεκλιμένου πρὸς τὸ ὑποκείμενον δοθεῖσαν γωνίαν
ὑποτιθέντος
, εὑρεῖν τὴν δύναμιν ὑφ' ὅσης ἀχθήσεται τὸ
βάρος
ἐν τῷ κεκλιμένῳ ἐπιπέδῳ [1τοῦτο δὲ χρήσιμον τοῖς
μηχανικοῖς
μαγγαναρίοις· προσθέντες γὰρ τῇ εὑρεθείσῃ
δυνάμει
ἑτέραν τινὰ δύναμιν ἀνδρῶν θαρσοῦντες ἀνάγουσιν
τὸ
βάροσ]1, καὶ δύο δοθεισῶν εὐθειῶν ἀνίσων δύο μέσας
ἀνάλογον
εὑρεῖν ἐν συνεχεῖ ἀναλογίᾳ [1διὰ γὰρ τοῦ θεωρή-
ματος
τούτου πᾶν τὸ δοθὲν στερεὸν σχῆμα κατὰ τὸν δο-
θέντα
λόγον αὔξεταί τε καὶ μειοῦται]1, καὶ πῶς δυνατόν
ἐστι
τυμπάνου δοθέντος καὶ τοῦ πλήθους τῶν σκυταλῶν
αὐτοῦ
[δοθέντων ὀδόντων] παραθεῖναι αὐτῷ τύμπανον
δοθὲν
ἔχον τὸ πλῆθος τῶν ὀδόντων καὶ εὑρεῖν τὴν διάμε-
τρον
τοῦ παρατιθεμένου τυμπάνου [1τοῦτο γὰρ χρήσιμον εἰς
πολλὰ
καὶ τῇ τῶν μηχανοποιῶν τέχνῃ διὰ τὴν παράθεσιν
τῶν
σκυταλωτῶν τυμπάνων]1.
ἕκαστον δὲ τούτων ἐν τῷ οἰ-
κείῳ
τόπῳ γενήσεται φανερὸν μετὰ καὶ ἄλλων χρησίμων
ἀρχιτέκτονι
καὶ μηχανικῷ, ἐὰν πρότερον τὰ συνέχοντα τὴν
κεντροβαρικὴν
πραγματείαν εἴπωμεν ἑξῆς.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index