Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 58 > >|
β#. Τούτων δὴ προειρημένων νοείσθω πάλιν εὐθεῖα
ΑΒ
ὀρθὴ πρὸς τὸ ἐφ' οὗ βεβήκαμεν ἐπίπεδον, εἰς τὸ τοῦ
παντὸς
κέντρον δηλονότι νεύουσα, καὶ τὸ βάρος ὁμοίως ἐπὶ
τοῦ
Α σημείου τιθέσθω, οἷον ὑποθέματι τῇ ΑΒ εὐθείᾳ
χρώμενον
[στήσεται δήποτε κατὰ τοῦ Α σημείου ὥστε μέ-
νειν
, εἴ γε δὴ καὶ ἐπὶ τοῦ δι' αὐτῆς ἐπιπέδου τὸ βάρος
ἠρεμεῖν
ἐδύνατο].
ἐὰν δὴ μένοντος αὐτοῦ ἐκβληθῇ ΑΒ
εὐθεῖα
, ἐναποληφθήσεταί τι μέρος αὐτῆς ἐν τῷ ὑποκει-
μένῳ
σχήματι.
νοείσθω δὴ τοῦτο μένον, καὶ πάλιν καθ'
ἕτερον
μέρος ἐπικείσθω τῇ εὐθείᾳ τὸ βάρος ὥστε ἠρεμεῖν·
λέγω
δὴ ὅτι ἐκβληθεῖσα ΑΒ εὐθεῖα συμπεσεῖται τῇ πρό-
τερον
ἐναπειλημμένῃ.
εἰ γὰρ μὴ συμπεσεῖται, δυνήσεταί
τινα
δι' ἀμφοτέρων αὐτῶν ἐκβληθέντα ἐπίπεδα μὴ συμ-
πεσεῖν
ἀλλήλοις ἐντὸς τοῦ σχήματος, καὶ ἑκάτερον αὐτῶν
[ἐφαρμοζόμενον τῷ διὰ τῆς ΑΒ ἐπιπέδῳ] διελεῖν τὸ βάρος
εἰς
ἰσόρροπα καὶ ἀνισόρροπα τὰ αὐτὰ μέρη, ὅπερ ἄτοπον·
συμπεσοῦνται
ἄρα αἱ εἰρημέναι εὐθεῖαι ἐντὸς τοῦ σχήμα-
τος
.
ὁμοίως δὲ κἂν κατ' ἄλλας θέσεις τιθῆται τὸ βάρος
ἐπὶ
τοῦ Α σημείου ὥστε μένειν, ἐκβληθεῖσα ΑΒ συμπε-
σεῖται
ταῖς πρότερον ἐναπειλημμέναις [ὁμοίωσ] εὐθείαις.
ἐξ οὗ φανερὸν ὡς καθ' ἓν σημεῖον ἀλλήλας τεμοῦσιν αἱ
τὸν
εἰρημένον τρόπον ἐπινοούμεναι εὐθεῖαι· τὸ δὲ σημεῖον
τοῦτο
κέντρον τοῦ βάρους καλεῖται.
καὶ φανερὸν ὅτι ἐκ
τοῦ
κέντρου κατ' ἐπίνοιαν τὸ βάρος ἀρτώμενον οὐ περι-
τραπήσεται
, μενεῖ δὲ τὴν ἐξ ἀρχῆς φυλάσσον ἡντινοῦν θέ-
σιν
ἐν τῇ φορᾷ· πάντα γὰρ δι' αὐτοῦ ἐκβληθέντα ἐπίπεδα
εἰς
ἰσόρροπα μέρη διαιρεῖ τὸ βάρος, ὥστε μηδεμίαν αἰτίαν
ἐπιδέχεσθαι
περιτροπῆς [ἰσορρόπων αὐτοῦ κατὰ πᾶσαν θέ-
σιν
τῶν ἐφ' ἑκάτερα τοῦ σημείου γινομένων μερῶν].

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index