Aristotle, Problemata Mechanika, 1831

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 24 > >|

Διὰ
τί οἱ μεσόνεοι μάλιστα τὴν ναῦν κινοῦσιν;
διότι
κώπη μοχλός ἐστιν; ὑπομόχλιον μὲν γὰρ σκαλμὸς γίνεται
[1μένει γὰρ δὴ τοῦτο]1, τὸ δὲ βάρος θάλαττα, ἣν
ἀπωθεῖ
κώπη· δὲ κινῶν τὸν μοχλὸν ναύτης ἐστίν.

ἀεὶ
δὲ πλέον βάρος κινεῖ, ὅσῳ ἂν πλέον ἀφεστήκῃ τοῦ ὑπομοχλίου
κινῶν τὸ βάρος·
μείζων γὰρ οὕτω γίνεται ἐκ
τοῦ
κέντρου, δὲ σκαλμὸς ὑπομόχλιον ὢν κέντρον ἐστίν.
ἐν
μέσῃ
δὲ τῇ νηὶ̈ πλεῖστον τῆς κώπης ἐντός ἐστιν· καὶ γὰρ
ναῦς
ταύτῃ εὐρυτάτη ἐστίν, ὥστε πλεῖον ἐπ' ἀμφότερα ἐνδέχεσθαι
μέρος
τῆς κώπης ἑκατέρου τοίχου ἐντὸς εἶναι τῆς
νεώς
.
κινεῖται μὲν οὖν ναῦς διὰ τὸ ἀπερειδομένης τῆς κώπης
εἰς
τὴν θάλασσαν τὸ ἄκρον τῆς κώπης τὸ ἐντὸς προϊέναι
εἰς
τὸ πρόσθεν,
τὴν δὲ ναῦν προσδεδεμένην τῷ σκαλμῷ συμπροϊέναι,
τὸ ἄκρον τῆς κώπης.
γὰρ πλείστην θάλασσαν
διαιρεῖ
κώπη, ταύτῃ ἀνάγκη μάλιστα προωθεῖσθαι· πλείστην
δὲ
διαιρεῖ πλεῖστον μέρος ἀπὸ τοῦ σκαλμοῦ τῆς κώπης
ἐστίν
.
διὰ τοῦτο οἱ μεσόνεοι μάλιστα κινοῦσιν· μέγιστον γὰρ
ἐν
μέσῃ νηὶ̈ τὸ ἀπὸ τοῦ σκαλμοῦ τῆς κώπης τὸ ἐντός ἐστιν.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index