Aristotle, Problemata Mechanika, 1831

List of thumbnails

< >
21
21
22
22
23
23
24
24
< >
page |< < of 24 > >|
29[Figure 29]
Διὰ
τί τὰ φερόμενα ἐν τῷ δινουμένῳ ὕδατι εἰς τὸ
μέσον
τελευτῶντα φέρονται ἅπαντα;
πότερον ὅτι μέγεθος
ἔχει
τὸ φερόμενον, ὥστε ἐν δυσὶ κύκλοις εἶναι, τῷ μὲν
ἐλάττονι
τῷ δὲ μείζονι, ἑκάτερον αὐτοῦ τῶν ἄκρων. ὥστε
περισπᾷ
μείζων διὰ τὸ φέρεσθαι θᾶττον, καὶ πλάγιον
ἀπωθεῖ
αὐτὸ εἰς τὸν ἐλάττω. ἐπεὶ δὲ πλάτος ἔχει τὸ
φερόμενον
, καὶ οὗτος πάλιν τὸ αὐτὸ ποιεῖ, καὶ ἀπωθεῖ εἰς
τὸν
ἐντός, ἕως ἂν εἰς τὸ μέσον ἔλθῃ.
καὶ τότε μένει διὰ
τὸ
ὁμοίως ἔχειν πρὸς ἅπαντας τοὺς κύκλους τὸ φερόμενον,
διὰ
τὸ μέσον· καὶ γὰρ τὸ μέσον ἴσον ἀπέχει ἐν ἑκάστῳ
τῶν
κύκλων.
ὅτι ὅσων μὲν μὴ κρατεῖ φορὰ τοῦ δινουμένου
ὕδατος
διὰ τὸ μέγεθος, ἀλλ' ὑπερέχει τῇ βαρύτητι
τῆς
τοῦ κύκλου ταχυτῆτος, ἀνάγκη ὑπολείπεσθαι καὶ βραδύτερον
φέρεσθαι
.
βραδύτερον δὲ ἐλάττων κύκλος φέρεται·
τὸ
αὐτὸ γὰρ ἐν ἴσῳ χρόνῳ μέγας τῷ μικρῷ στρέφεται
κύκλῳ
, ὅταν ὦσι περὶ τὸ αὐτὸ μέσον.
ὥστε εἰς τὸν
ἐλάττονα
κύκλον ἀναγκαῖον ἀπολείπεσθαι, ἕως ἂν ἐπὶ τὸ
μέσον
ἔλθῃ.
ὅσων δὲ πρότερον κρατεῖ φορά, λήγουσα
ταὐτὸ
ποιήσει. δεῖ γὰρ τὸν μὲν εὐθύ, τὸν δὲ ἕτερον κρατεῖν
τῇ
ταχυτῆτι τοῦ βάρους, ὥστε εἰς τὸν ἐντὸς ἀεὶ κύκλον
ὑπολείπεσθαι
πᾶν.
ἀνάγκη γὰρ αὐτὸ ἐντὸς ἐκτὸς κινεῖσθαι
τὸ
μὴ κρατούμενον.
ἐν αὐτῷ δὴ τοίνυν ἐν ἐστίν,
ἀδύνατον
φέρεσθαι τὸ μὴ κρατούμενον. ἔτι δὲ ἧττον ἐν τῷ
ἐκτός·
θάττων γὰρ φορὰ τοῦ ἐκτὸς κύκλου.
λείπεται δὲ
εἰς
τὸν ἐντὸς τὸ μὴ κρατούμενον μεθίστασθαι. ἀεὶ δὲ ἕκαστον
ἐπιδίδωσιν
εἰς τὸ μὴ κρατεῖσθαι.
ἐπεὶ δὲ πέρας τοῦ μὴ κινεῖσθαι
ποιεῖ
τὸ εἰς μέσον ἐλθεῖν, μένει δὲ τὸ κέντρον μόνον,
ἅπαντα
ἀνάγκη εἰς τοῦτο δὴ ἀθροίζεσθαι.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index