Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 167 > >|
1
Πρὸ δὲ τῶν λέγεσθαι μελλόντων πρῶτον περὶ κενοῦ
διαληπτέον
.
οἱ μὲν γὰρ τὸ καθόλου μηδὲν εἶναι κενὸν
[2διατείνονται]2, οἱ δὲ ἄθρουν μὲν κατὰ φύσιν μηδὲν
εἶναι
κενόν, παρεσπαρμένον δὲ κατὰ μικρὰ μόρια τῷ
ἀέρι
καὶ τῷ ὑγρῷ καὶ [2τῷ]2 πυρὶ καὶ τοῖς ἄλλοις σώμα­
σιν·
οἷς μάλιστα συμφέρεσθαι προσήκει· ἐκ γὰρ τῶν
φαινομένων
καὶ ὑπὸ τὴν αἴσθησιν πιπτόντων ἐν τοῖς
ἑξῆς
δείκνυται τοῦτο συμβαῖνον· %ἐν τῷ μέντοι τὰ
ἀγγεῖα
τὰ δοκοῦντα εἶναι τοῖς πολλοῖς κενὰ οὐκ ἔστιν, ὡς
ὑπολαμβάνουσι
, κενά, ἀέρος δὲ πλήρη.
δὲ ἀήρ ἐστιν,
ὡς
τοῖς περὶ φύσεως πραγματευσαμένοις ἀρέσκει, ἐκ
λεπτῶν
καὶ μικρομερῶν σωμάτων συνεστηκὼς ἀφανῶν
ἡμῖν
ὄντων ὡς ἐπὶ [2τὸ]2 πολύ.
ἐὰν γοῦν εἰς τὸ δοκοῦν
ἀγγεῖον
κενὸν ὑπάρχειν ἐγχέῃ τις ὕδωρ, καθ' ὅσον ἂν
πλῆθος
τοῦ ὕδατος εἰς τὸ ἀγγεῖον ἐμπίπτῃ, κατὰ τοσοῦ­
τον
πλῆθος ἀὴρ ἐκχωρήσει.
κατανοήσειε δ' ἄν τις τὸ
λεγόμενον
ἐκ τοῦ τοιούτου· ἐὰν γὰρ εἰς ὕδωρ κατα­
στρέψας
ἀγγεῖον τὸ δοκοῦν εἶναι κενὸν πιέζῃς εἰς τὸ
κάτω
ἀκλινὲς διαφυλάσσων, οὐκ εἰσελεύσεται τὸ ὕδωρ
εἰς
αὐτό, κἂν ὅλον αὐτὸ κρύψῃς· ὥστε δῆλον εἶναι,
ὅτι
σῶμα ὑπάρχων ἀὴρ οὐκ ἐᾷ παρεισελθεῖν τὸ ὕδωρ
διὰ
τὸ πεπληρωκέναι πάντα τὸν ἐν τῷ ἀγγείῳ τόπον.
ἐὰν γοῦν τρυπήσῃ τις τὸν πυθμένα τοῦ ἀγγείου, τὸ
μὲν
ὕδωρ διὰ τοῦ στόματος εἰς αὐτὸ εἰσελεύσεται,
δὲ
ἀὴρ διὰ τοῦ τρυπήματος ἐξελεύσεται.
πάλιν δὲ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index