Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 167 > >|
1
πρὸ
τοῦ τρυπῆσαι τὸν πυθμένα ἐάν τις ὀρθὸν ἐκ τοῦ
ὕδατος
τὸ ἀγγεῖον ἐπάρῃ, ἀνατρέψας ὄψεται πᾶσαν
τὴν
ἐντὸς τοῦ ἀγγείου ἐπιφάνειαν καθαρὰν ἀπὸ τοῦ
ὑγροῦ
, καθάπερ ἦν καὶ πρὸ τοῦ τεθῆναι.
διὸ δὴ ὑπο­
ληπτέον
εἶναι σῶμα τὸν ἀέρα.
γίνεται δὲ πνεῦμα
κινηθείς·
οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πνεῦμα κινού­
μενος
ἀήρ.
ἐὰν γοῦν τετρυπημένου τοῦ ἀγγείου κατὰ
τὸν
πυθμένα καὶ εἰσπίπτοντος τοῦ ὕδατος παραθῇ τις
τῷ
τρυπήματι τὴν χεῖρα, αἰσθήσεται τὸ πνεῦμα ἐκπῖ­
πτον
ἐκ τοῦ ἀγγείου· τοῦτο δὲ οὐκ ἄλλο τί ἐστιν
ἐκκρουόμενος
ὑπὸ τοῦ ὕδατος ἀήρ.
οὐχ ὑποληπτέον
οὖν
ἐν τοῖς οὖσι κενοῦ τινα φύσιν ἀθρόαν αὐτὴν καθ'
ἑαυτὴν
ὑπάρχειν, παρεσπαρμένην δὲ κατὰ μικρὰ μόρια
τῷ
τε ἀέρι καὶ τῷ ὑγρῷ καὶ τοῖς ἄλλοις σώμασιν, εἰ
μὴ
ἄρα τὸν ἀδάμαντα μόνον μὴ κοινωνεῖν [2εἴποι τισ]2
τῇ
τοῦ κενοῦ φύσει διὰ τὸ μήτε πύρωσιν ἐπιδέχεσθαι
μήτε
διακόπτεσθαι, τυπτόμενον δὲ εἰς τοὺς ἄκμονας
καὶ
τὰς σφύρας ὅλον ἐνδύεσθαι.
τοῦτο δὲ αὐτῷ παρα­
κολουθεῖ
διὰ τὴν συνεχῆ πυκνότητα· τὰ γὰρ τοῦ πυρὸς
σώματα
παχυμερέστερα ὄντα τῶν ἐν τῷ λίθῳ κενῶν
οὐ
παρεισέρχεται, ἀλλὰ μόνον ἐπιψαύει τῆς ἐκτὸς ἐπι­
φανείας·
διόπερ μὴ προκατεισδύνοντα ἐντὸς καθάπερ
ἐπὶ
τῶν ἄλλων σωμάτων οὐδὲ δέχεται θερμότητα.
τὰ δὲ
τοῦ
ἀέρος σώματα συνερείδει μὲν πρὸς ἄλληλα, οὐ
κατὰ
πᾶν δὲ μέρος ἐφαρμόζει, ἀλλ' ἔχει τινὰ διαστή­
ματα
μεταξὺ κενὰ καθάπερ ἐν τοῖς αἰγιαλοῖς ψάμμος.
τὰ μὲν οὖν τῆς ψάμμου μόρια τοῖς τοῦ ἀέρος σώμασιν

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index