Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 167 > >|
1
αὐτοῦ
πάντα καὶ μεταβάλλει, ἐκ τούτων δῆλον.
καὶ ἐκ
τῶν
ἀναθυμιάσεων δὲ τῶν ἀπὸ τῆς γῆς γινομένων
μεταβάλλει
τὰ παχύτερα τῶν σωμάτων εἰς λεπτομερε­
στέρας
οὐσίας· αἱ γὰρ δρόσοι οὐκ ἄλλως ἀναφέρονται
λεπτυνομένου τοῦ ἐν τῇ γῇ ὕδατος ὑπὸ τῆς ἀνα­
θυμιάσεως·
αὕτη δὲ ὑπὸ πυρώδους τινὸς οὐσίας γίνεται,
τοῦ
ἡλίου ὑπὸ γῆν ὄντος καὶ θερμαίνοντος τὸν κατ'
ἐκεῖνο
τόπον, καὶ μᾶλλον ἤτοι θειώδη ἀσφαλτώδη
ὄντα
, ὃς θερμαινόμενος ἐπὶ πλεῖον τὴν ἀναθυμίασιν
ποιεῖ·
καὶ τὰ θερμὰ δὲ τῶν ὑδάτων τὰ ἐν τῇ γῇ εὑρι­
σκόμενα
ἐκ τῆς αὐτῆς αἰτίας γίνεται.
τῶν οὖν δρόσων
τὰ
μὲν λεπτότερα εἰς ἀέρα μεταβάλλει, τὰ δὲ παχύτερα
ἐπὶ
ποσὸν συνανενεχθέντα διὰ τὴν τῆς ἀναθυμιάσεως
βίαν
, ταύτης ἀποψυχείσης κατὰ τὴν τοῦ ἡλίου μετα­
τροπὴν
πάλιν εἰς τὸν κάτω φέρεται τόπον.
καὶ τὰ
πνεύματα
δὲ ἐκ σφοδρᾶς ἀναθυμιάσεως γίνεται, τοῦ
ἀέρος
ἐξωθουμένου καὶ λεπτυνομένου καὶ ἀεὶ τὸν ἑξῆς
καὶ
συνεχῆ αὐτῷ κινοῦντος· μέντοι κίνησις τοῦ
ἀέρος
οὐ κατὰ πάντα τόπον ἰσοταχὴς γίνεται, ἀλλὰ
σφοδροτέρα
μὲν παρ' αὐτὴν τὴν ἀναθυμίασιν, ἀμαυρο­
τέρα
δὲ μακρυνθεῖσα τοῦ τόπου, καθ' ὃν κεκίνηται,
καθάπερ
καὶ ἐπὶ τῶν ἄνω φερομένων βαρῶν.
φέρεται γὰρ
καὶ
ταῦτα τάχιον μὲν κατὰ τὸν συνεγγίζοντα τῷ κάτω
τόπον
, πρὸς ὅν ἐστι καὶ ἀποστέλλουσα αὐτὰ δύναμις,

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index