Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 167 > >|
1
φερομένην
, ἀλλ' ὥσπερ κερασθεῖσαν καὶ παραπλεχθεῖσαν
τοῖς
τοῦ ἀέρος σώμασι καὶ αὐτὴν ἀέρα γενέσθαι.
τὸ
δὲ
ὅμοιον ἐπινοεῖν δεῖ καὶ ἐπὶ τοῦ ἀέρος· ὅταν γὰρ
οὗτος
εἴς τι ἀγγεῖον οὐ μέγα ὑπάρχον καὶ ἐστεγνω­
μένον
εἰς ὕδωρ σὺν τῷ ἀγγείῳ κατατεθῇ, εἶτα ἀνα­
στομωθέντος
τοῦ ἀγγείου καὶ τὸ στόμιον εἰς τὸ ἄνω
ἔχοντος
τὸ ὕδωρ ἐμπέσῃ, μὲν ἀὴρ ἐκχωρεῖ ἐκ τοῦ
ἀγγείου
, κατακρατηθεὶς δὲ ἐκ τοῦ πολλοῦ ὕδατος πάλιν
κεράννυται
καὶ παραπλάσσεται, ὥστε ὕδωρ γενέσθαι.
οὕτως οὖν καὶ τοῦ ἐν τῇ σικύᾳ ἀέρος φθειρομένου
καὶ
λεπτυνομένου ὑπὸ τοῦ πυρὸς καὶ διεκπίπτοντος διὰ
τῶν
τοῦ τεύχους ἀραιωμάτων κενούμενος ἐντὸς
τόπος
ἐπισπᾶται τὴν παρακειμένην ὕλην, οἵα τις ἐὰν
τυγχάνῃ·
παραπνευσάσης δὲ τῆς σικύας μὲν ἀὴρ εἰς
τὸν
κενούμενον τόπον εἰσπίπτει, τῆς δὲ ὕλης οὐκέτι
οὐδὲν
ἐπισπάσεται.
τοῖς οὖν φαμένοις τὸ καθόλου
μηδὲν
εἶναι κενὸν ἐκποιεῖ πρὸς ταῦτα πολλὰ εὑρίσκειν
ἐπιχειρήματα
καὶ τάχα φαίνεσθαι τῷ λόγῳ πιθανω­
τέρους
μηδεμιᾶς παρακειμένης αἰσθητικῆς ἀποδείξεως·
ἐὰν
μέντοι δειχθῇ ἐπὶ τῶν φαινομένων καὶ ὑπὸ τὴν
αἴσθησιν
πιπτόντων, ὅτι κενὸν ἄθρουν ἐστὶν παρὰ
φύσιν
μέντοι γινόμενον, καὶ κατὰ φύσιν μὲν κενόν,
κατὰ
λεπτὰ δὲ παρεσπαρμένον, καὶ ὅτι κατὰ πίλησιν
τὰ
σώματα ἀναπληροῖ τὰ παρεσπαρμένα κενά, οὐδε­
μίαν
οὐκέτι παρείσδυσιν ἕξουσιν οἱ τοὺς πιθανοὺς
τῶν
λόγων περὶ τούτων προφερόμενοι.
κατασκευάζεται
γὰρ
σφαῖρα πάχος ἔχουσα τοῦ ἐλάσματος, ὥστε μὴ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index