Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 167 > >|
1
εὔθλαστος
εἶναι, χωροῦσα ὅσον κοτύλας η#.
στεγνῆς δὲ
οὔσης
αὐτῆς πάντοθεν τρυπήσαντα δεῖ σίφωνα καθεῖναι
χαλκοῦν
, τουτέστι σωλῆνα λεπτόν, μὴ ψαύοντα τοῦ
κατὰ
διάμετρον τόπου τοῦ τετρυπημένου σημείου,
ὅπως
ὕδατι διάρρυσις ὑπάρχῃ, τὸ δὲ ἄλλο μέρος αὐτοῦ
ἐκτὸς
ὑπερέχειν τῆς σφαίρας ὅσον δακτύλους τρεῖς·
τὴν
δὲ τοῦ τρυπήματος περιοχήν, δι' οὗ καθίεται
σίφων
, στεγνοῦν δεῖ κασσιτέρῳ προσλαμβάνοντα πρός τε
τὸν
σίφωνα καὶ τὴν ἐκτὸς τῆς σφαίρας ἐπιφάνειαν,
ὥστε
ὅταν βουλώμεθα τῷ στόματι διὰ τοῦ σίφωνος
ἐμφυσᾶν
, κατὰ μηδένα τρόπον τὸ πνεῦμα τῆς σφαίρας
διεκπίπτειν
.
σκοπῶμεν δὴ τὰ συμβαίνοντα· ὑπάρχοντος
γὰρ
ἀέρος ἐν αὐτῇ, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἀγ­
γείοις
πᾶσι τοῖς λεγομένοις κενοῖς, τοῦ δὲ ἀέρος
πεπληρωκότος
πάντα τὸν ἐν αὐτῇ τόπον καὶ προσ­
ερηρεισμένου
κατὰ συνέχειαν πρὸς τὴν τοῦ τεύχους
περιοχὴν
καὶ μηδενὸς κενοῦ, καθάπερ οἴονται, τὸ
παράπαν
ὑπάρχοντος τόπου, οὔτ' ἂν ὕδωρ εἰσκρῖναι
δυνηθείημεν
οὔτε ἄλλον ἀέρα, μὴ ὑποχωρήσαντος
τοῦ
πρότερον ἐν αὐτῇ ὑπάρχοντος ἀέρος.
καὶ ἐὰν μετὰ
πολλῆς
βίας τὴν εἴσκρισιν ποιώμεθα, πρότερον διαρρα­
γήσεται
τὸ τεῦχος ἐπιδέξεταί τι πλῆρες ὑπάρχον·
οὔτε
γὰρ τὰ σώματα τοῦ ἀέρος δύναται συσταλῆναι
εἰς
ἔλασσον μέγεθος· δεήσει γὰρ ἐν αὐτοῖς ἔχειν τινὰ
διαστήματα
, εἰς συμπιλούμενα ἐλάσσων αὐτοῖς ὄγκος
ἔσται·
τοῦτο δὲ οὐ πιθανὸν γίνεται μὴ ὄντος καθόλου
κενοῦ·
οὔτε συνερηρεισμένων κατὰ πάσας τὰς ἐπι­
φανείας
τῶν σωμάτων πρὸς ἄλληλα καὶ ὁμοίως πρὸς

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index