Aristotle, Problemata Mechanika, 1831

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 24 > >|

Διὰ
τί, ἐὰν μὲν ἄνωθεν τὸ σπαρτίον, ὅταν κάτωθεν
ῥέψαντος
ἀφέλῃ τὸ βάρος, πάλιν ἀναφέρεται τὸ ζυγόν,
ἐὰν
δὲ κάτωθεν ὑποστῇ, οὐκ ἀναφέρεται ἀλλὰ μένει;

διότι
ἄνωθεν μὲν τοῦ σπαρτίου ὄντος πλεῖον τοῦ ζυγοῦ γίνεται
τὸ
ἐπέκεινα τῆς καθέτου; τὸ γὰρ σπαρτίον ἐστὶ κάθετος.
ὥστε
ἀνάγκη ἐστὶ κάτω ῥέπειν τὸ πλέον, ἕως ἂν ἔλθῃ
δίχα
διαιροῦσα τὸ ζυγὸν ἐπὶ τὴν κάθετον αὐτήν, ἐπικειμένου
τοῦ
βάρους ἐν τῷ ἀνεσπασμένῳ μορίῳ τοῦ ζυγοῦ.

ἔστω
ζυγὸν ὀρθὸν ἐφ' οὗ ΒΓ, σπαρτίον δὲ τὸ ΑΔ. ἐκβαλλόμενον
δὴ
τοῦτο κάτω κάθετος ἔσται ἐφ' ἧς ΑΔΜ.

ἐὰν
οὖν ἐπὶ τὸ Β ῥοπὴ ἐπιτεθῇ, ἔσται τὸ μὲν Β οὗ τὸ Ε,
τὸ
δὲ Γ οὗ τὸ Ζ, ὥστε δίχα διαιροῦσα τὸ ζυγὸν πρῶτον
μὲν
ἦν ΔΜ τῆς καθέτου αὐτῆς, ἐπικειμένης δὲ τῆς ῥοπῆς
ἔσται
ΔΘ· ὥστε τοῦ ζυγοῦ ἐφ' ΕΖ τὸ ἔξω τῆς καθέτου
τῆς
ἐφ' ἧς ΑΒ, τοῦ ἐν ΦΠ, μείζω τοῦ ἡμίσεος.

ἐὰν
οὖν ἀφαιρεθῇ τὸ βάρος ἀπὸ τοῦ Ε, ἀνάγκη κάτω φέρεσθαι
τὸ
Ζ· ἔλαττον γάρ ἐστι τὸ Ε.
ἐὰν μὲν οὖν ἄνω τὸ
σπαρτίον
ἔχῃ, πάλιν διὰ τοῦτο ἀναφέρεται τὸ ζυγόν.
5[Figure 5]ἐὰν
δὲ
κάτωθεν τὸ ὑποκείμενον, τοὐναντίον ποιεῖ· πλεῖον γὰρ
γίνεται
τοῦ ἡμίσεος τοῦ ζυγοῦ τὸ κάτω μέρος ὡς κάθετος
διαιρεῖ
ὥστε οὐκ ἀναφέρεται· κουφότερον γὰρ τὸ ἐπηρτημένον.

ἔστω
ζυγὸν τὸ ἐφ' οὗ ΝΞ, τὸ ὀρθόν, κάθετος δὲ
ΚΛΜ
. δίχα δὴ διαιρεῖται τὸ ΝΞ.
ἐπιτεθέντος δὲ βάρους
ἐπὶ
τὸ Ν, ἔσται τὸ μὲν Ν οὗ τὸ Ο, τὸ δὲ Ξ οὗ τὸ Ρ, δὲ
ΚΛ
οὗ τὸ ΛΘ, ὥστε μεῖζόν ἐστι τὸ ΚΟ τοῦ ΛΡ τῷ ΘΚΛ.

καὶ
ἀφαιρεθέντος οὖν τοῦ βάρους ἀνάγκη μένειν· ἐπίκειται
γὰρ
ὥσπερ βάρος ὑπεροχὴ τοῦ ἡμίσεος τοῦ ἐν τὸ Κ.
6[Figure 6]

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index