Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 58 > >|
Πάντων δὲ τούτων τὴν αἰτίαν καὶ τὸν λόγον ἐπεγνω-
κέναι
φασίν τινες τὸν Συρακόσιον Ἀρχιμήδη· μόνος γὰρ
οὗτος
ἐν τῷ καθ' ἡμᾶς βίῳ ποικίλῃ πρὸς πάντα κέχρηται
τῇ
φύσει καὶ τῇ ἐπινοίᾳ, καθὼς καὶ Γεμῖνος μαθημα-
τικὸς
ἐν τῷ περὶ τῆς τῶν μαθημάτων τάξεώς φησιν.
Κάρ-
πος
δὲ πού φησιν Ἀντιοχεὺς Ἀρχιμήδη τὸν Συρακόσιον
ἓν
μόνον βιβλίον συντεταχέναι μηχανικὸν τὸ κατὰ τὴν σφαι-
ροποιί̈αν
, τῶν δὲ ἄλλων οὐδὲν ἠξιωκέναι συντάξαι.
καίτοι
παρὰ
τοῖς πολλοῖς ἐπὶ μηχανικῇ δοξασθεὶς καὶ μεγαλο-
φυής
τις γενόμενος θαυμαστὸς ἐκεῖνος, ὥστε διαμεῖναι
παρὰ
πᾶσιν ἀνθρώποις ὑπερβαλλόντως ὑμνούμενος, τῶν
τε
προηγουμένων γεωμετρικῆς καὶ ἀριθμητικῆς ἐχομένων
θεωρίας
[καὶ] τὰ βραχύτατα δοκοῦντα εἶναι σπουδαίως
συνέγραφεν·
ὃς φαίνεται τὰς εἰρημένας ἐπιστήμας οὕτως
ἀγαπήσας
ὡς μηδὲν ἔξωθεν ὑπομένειν αὐταῖς ἐπεισάγειν.
αὐτὸς δὲ Κάρπος καὶ ἄλλοι τινὲς συνεχρήσαντο γεωμετρίᾳ
καὶ
εἰς τέχνας τινὰς εὐλόγως· γεωμετρία γὰρ οὐδὲν βλάπτε-
ται
, σωματοποιεῖν πεφυκυῖα πολλὰς τέχνας, διὰ τοῦ συν-
εῖναι
αὐταῖς [μήτηρ οὖν ὥσπερ οὖσα τεχνῶν οὐ βλάπτεται
διὰ
τοῦ φροντίζειν ὀργανικῆς καὶ ἀρχιτεκτονικῆς· οὐδὲ γὰρ
διὰ
τὸ συνεῖναι γεωμορίᾳ καὶ γνωμονικῇ καὶ μηχανικῇ καὶ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index