1028σκηνογραφίᾳ βλάπτεταί τι], τοὐναντίον δὲ προάγουσα μὲν
ταύτας φαίνεται, τιμωμένη δὲ καὶ κοσμουμένη δεόντως ὑπ'
αὐτῶν.

Τοιαύτης δὲ τῆς μηχανικῆς ἐπιστήμης ὁμοῦ καὶ τέχνης
ὑπαρχούσης καὶ εἰς τοσαῦτα μέρη διῃρημένης καλῶς ἔχειν
ἐνόμισα τά τε λόγῳ γεωμετρικῷ θεωρούμενα [καὶ ἀναγκαιό-
τατα περὶ τὴν τῶν βαρῶν κίνησιν κείμενα δὲ] παρὰ τοῖς
παλαιοῖς καὶ τὰ ὑφ' ἡμῶν εὐχρήστως ἀνευρημένα θεωρή-
ματα συντομώτερον καὶ σαφέστερον ἀναγράψαι βελτίονί τε
λόγῳ τοῦ παρὰ τοῖς πρότερον ἀναγεγραμμένου συντάξαι,
οἷον βάρους δοθέντος ὑπὸ δοθείσης [ὑποδοχῆσ] ἀγομένου
δυνάμεως ἐν τῷ παρὰ τὸν ὁρίζοντα ἐπιπέδῳ, καὶ ἑτέρου
ἐπιπέδου κεκλιμένου πρὸς τὸ ὑποκείμενον δοθεῖσαν γωνίαν
ὑποτιθέντος, εὑρεῖν τὴν δύναμιν ὑφ' ὅσης ἀχθήσεται τὸ
βάρος ἐν τῷ κεκλιμένῳ ἐπιπέδῳ [1τοῦτο δὲ χρήσιμον τοῖς
μηχανικοῖς μαγγαναρίοις· προσθέντες γὰρ τῇ εὑρεθείσῃ
δυνάμει ἑτέραν τινὰ δύναμιν ἀνδρῶν θαρσοῦντες ἀνάγουσιν
τὸ βάροσ]1, καὶ δύο δοθεισῶν εὐθειῶν ἀνίσων δύο μέσας
ἀνάλογον εὑρεῖν ἐν συνεχεῖ ἀναλογίᾳ [1διὰ γὰρ τοῦ θεωρή-
ματος τούτου πᾶν τὸ δοθὲν στερεὸν σχῆμα κατὰ τὸν δο-
θέντα λόγον αὔξεταί τε καὶ μειοῦται]1, καὶ πῶς δυνατόν
ἐστι τυμπάνου δοθέντος καὶ τοῦ πλήθους τῶν σκυταλῶν
αὐτοῦ [δοθέντων ἢ ὀδόντων] παραθεῖναι αὐτῷ τύμπανον
δοθὲν ἔχον τὸ πλῆθος τῶν ὀδόντων καὶ εὑρεῖν τὴν διάμε-
τρον τοῦ παρατιθεμένου τυμπάνου [1τοῦτο γὰρ χρήσιμον εἰς
πολλὰ καὶ τῇ τῶν μηχανοποιῶν τέχνῃ διὰ τὴν παράθεσιν
τῶν σκυταλωτῶν τυμπάνων]1. ἕκαστον δὲ τούτων ἐν τῷ οἰ-
κείῳ τόπῳ γενήσεται φανερὸν μετὰ καὶ ἄλλων χρησίμων
ἀρχιτέκτονι καὶ μηχανικῷ, ἐὰν πρότερον τὰ συνέχοντα τὴν
κεντροβαρικὴν πραγματείαν εἴπωμεν ἑξῆς.