Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 58 > >|
1030
Τί μὲν οὖν ἐστιν τὸ βαρὺ καὶ τὸ κοῦφον, καὶ τίς αἰ-
τία
τῆς ἄνω καὶ κάτω τοῖς σώμασι φορᾶς, καὶ αὐτό γε τὸ
ἄνω
καὶ κάτω τίνος ἐννοίας ἔχεται καὶ τίσιν ἀφώρισται
πέρασιν
, οὐδὲν δεῖ λέγεσθαι παρ' ἡμῶν τὸ νῦν, ἐπειδὴ
περὶ
τούτων ἐν τοῖς μαθηματικοῖς ὑπὸ τοῦ Πτολεμαίου
δεδήλωται
, τὸ δὲ κέντρον τοῦ βάρους ἐκάστου σώματος,
τῆς κεντροβαρικῆς πραγματείας ἀρχὴ καὶ στοιχεῖόν ἐστιν,
ἐξ
ἧς καὶ τὰ λοιπὰ μέρη τῆς μηχανικῆς ἀνήρτηται, τί ποτ'
ἐστὶν
καὶ τί βούλεται λεκτέον· ἐκ τούτου γάρ, οἶμαι, καὶ
τὰ
λοιπὰ τῶν ἐν τῇ πραγματείᾳ θεωρουμένων ἔσται σαφῆ.
λέγομεν δὲ κέντρον βάρους ἑκάστου σώματος εἶναι σημεῖόν
τι
κείμενον ἐντός, ἀφ' οὗ κατ' ἐπίνοιαν ἀρτηθὲν τὸ βάρος
ἠρεμεῖ
φερόμενον καὶ φυλάσσει τὴν ἐξ ἀρχῆς θέσιν [οὐ μὴ
περιτρεπόμενον
ἐν τῇ φορᾷ].
τοῦτο δὲ τὸ σημεῖον οὐ
μόνον
ἐν τοῖς τεταγμένοις ἀλλὰ κἀν τοῖς ἀτάκτως ἐσχη-
ματισμένοις
εὑρίσκεται σώμασιν ὑπάρχον, ἐφόδῳ τινὶ θεω-
ρούμενον
τοιαύτῃ.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index