847aΘαυμάζεται τῶν μὲν κατὰ φύσιν συμβαινόντων, ὅσων
ἀγνοεῖται τὸ αἴτιον, τῶν δὲ παρὰ φύσιν, ὅσα γίνεται διὰ
τέχνην πρὸς τὸ συμφέρον τοῖς ἀνθρώποις.ἐν πολλοῖς γὰρ
ἡ φύσις ὑπεναντίον πρὸς τὸ χρήσιμον ἡμῖν ποιεῖ· ἡ μὲν
γὰρ φύσις ἀεὶ τὸν αὐτὸν ἔχει τρόπον καὶ ἁπλῶς, τὸ δὲ
χρήσιμον μεταβάλλει πολλαχῶς.

ὅταν οὖν δέῃ τι παρὰ
φύσιν πρᾶξαι, διὰ τὸ χαλεπὸν ἀπορίαν παρέχει καὶ δεῖται
τέχνης. διὸ καὶ καλοῦμεν τῆς τέχνης τὸ πρὸς τὰς τοιαύτας
ἀπορίας βοηθοῦν μέρος μηχανήν.καθάπερ γὰρ ἐποίησεν
Ἀντιφῶν ὁ ποιητής, οὕτω καὶ ἔχει· τέχνῃ γὰρ κρατοῦμεν,
ὧν φύσει νικώμεθα.τοιαῦτα δέ ἐστιν ἐν οἷς τά τε ἐλάττονα
κρατεῖ τῶν μειζόνων, καὶ τὰ ῥοπὴν ἔχοντα μικρὰν κινεῖ
βάρη μεγάλα, καὶ πάντα σχεδὸν ὅσα τῶν προβλημάτων
μηχανικὰ προσαγορεύομεν.