Aristotle, Problemata Mechanika, 1831

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
< >
page |< < of 24 > >|
852a
ἐλάττονα· ἄπειροι γὰρ οἱ ἐλάττονες.
εἰ δὲ καὶ πρὸς ἕτερον
ἔχει ῥοπὴν ὁ κύκλος, ὁμοίως δὲ εὐκίνητος, καὶ ἄλλην ἂν
ἔχοι ῥοπὴν ὁ κύκλος
καὶ τὰ ὑπὸ κύκλου κινούμενα, κἂν μὴ
τῇ ἁψῖδι ἅπτηται τοῦ ἐπιπέδου, ἀλλ' ἢ παρὰ τὸ ἐπίπεδον,
ἢ ὡς αἱ τροχιλέαι· καὶ γὰρ οὕτως ἔχοντα ῥᾷστα κινοῦνται
καὶ κινοῦσι τὸ βάρος.
ἢ οὐ τῷ κατὰ μικρὸν ἅπτεσθαι καὶ
προσκρούειν, ἀλλὰ δι' ἄλλην αἰτίαν.
αὕτη δέ ἐστιν ἡ εἰρημένη
πρότερον, ὅτι ἐκ δύο φορῶν γεγένηται ὁ κύκλος, ὥστε
μίαν αὐτῶν αἰεὶ ἔχειν ῥοπήν, καὶ οἷον φερόμενον αὐτὸν
αἰεὶ κινοῦσιν οἱ κινοῦντες, ὅταν κινῶσι κατὰ τὴν περιφέρειαν
ὁπωσοῦν. φερομένην γὰρ αὐτὴν κινοῦσιν·
τὴν μὲν γὰρ εἰς
τὸ πλάγιον αὐτοῦ κίνησιν ὠθεῖ τὸ κινοῦν, τὴν δὲ ἐπὶ τῆς
διαμέτρου αὐτὸς κινεῖται.

Διὰ τί τὰ διὰ τῶν μειζόνων κύκλων αἰρόμενα καὶ
ἑλκόμενα ῥᾷον καὶ θᾶττον κινοῦμεν; οἷον καὶ αἱ τροχιλέαι
αἱ μείζους τῶν ἐλαττόνων, καὶ αἱ σκυτάλαι ὁμοίως.

διότι ὅσῳ ἂν μείζων ἡ ἐκ τοῦ κέντρου ᾖ, ἐν τῷ ἴσῳ χρόνῳ
πλέον κινεῖται χωρίον,
ὥστε καὶ τοῦ ἴσου βάρους ἐπόντος
ποιήσει τὸ αὐτό, ὥσπερ εἴπομεν καὶ τὰ μείζω ζυγὰ τῶν
ἐλαττόνων ἀκριβέστερα εἶναι.
τὸ μὲν γὰρ σπαρτίον ἐστὶ
κέντρον, τοῦ δὲ ζυγοῦ αἱ ἐπὶ τάδε τοῦ σπαρτίου αἱ ἐκ τοῦ
κέντρου.

Διὰ τί ῥᾷον, ὅταν ἄνευ βάρους ᾖ, κινεῖται τὸ ζυγόν,
ἢ ἔχον βάρος;
ὁμοίως δὲ καὶ τροχὸς ἢ ἄλλο τοιοῦτο τὸ
βαρύτερον μὲν μεῖζον δὲ τοῦ ἐλάττονος καὶ κουφοτέρου.

ὅτι οὐ μόνον εἰς τοὐναντίον τὸ βαρύ, ἀλλὰ καὶ εἰς τὸ πλάγιον
δυσκίνητόν ἐστιν.
ἐναντίον γὰρ τῇ ῥοπῇ κινῆσαι χαλεπῶς,
ἐφ' ὃ δὲ ῥέπει, ῥᾳδίως· εἰς δὲ τὸ πλάγιον οὐ ῥέπει.

Διὰ τί ἐπὶ τῶν σκυτάλων ῥᾷον τὰ φορτία κομίζεται
ἢ ἐπὶ τῶν ἁμαξῶν, ἐχουσῶν τῶν μὲν μεγάλους τροχούς,
τῶν δὲ μικρούς;
ἢ διότι ἐπὶ τῶν σκυτάλων οὐδεμίαν ἔχει
πρόσκοψιν, τὸ δὲ ἐπὶ τῶν ἁμαξῶν τὸν ἄξονα, καὶ προσκόπτει
αὐτῷ· ἔκ τε γὰρ τῶν ἄνωθεν πιέζει αὐτὸν καὶ ἐκ
τῶν πλαγίων.
τὸ δὲ ἐπὶ τῶν σκυτάλων ἐπὶ δύο τούτων κινεῖται,
τῇ τε κάτω χώρᾳ ὑποκειμένῃ καὶ τῷ βάρει τῷ
ἐπικειμένῳ· ἐπ' ἀμφοτέρων γὰρ τούτων κυλίεται τῶν τόπων
ὁ κύκλος καὶ φερόμενος ὠθεῖται.

Διὰ τί πορρωτέρω τὰ βέλη φέρεται ἀπὸ τῆς σφενδόνης
ἢ ἀπὸ τῆς χειρός; καίτοι κρατεῖ γε ὁ βάλλων τῇ χειρὶ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index