Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
< >
page |< < of 167 > >|
1
κάτω
κολυμβῶντες οὐ θλίβονται ὑπὸ τοῦ ὑπεράνω
ὕδατος
.
ὑπολάβωμεν% τὸ ὑπεράνω
ὑγρὸν
ἀπὸ τῆς τοῦ θλιβομένου ἐπιφανείας, καθ' ἣν
ἐπίκειται
αὐτῷ τὸ ὕδωρ, σῶμά τι ἰσοβαρὲς ὂν τῷ
ὑγρῷ
τὸ αὐτὸ σχῆμα ἔχειν τῷ ὑπεράνω ὑγρῷ· τοῦτο
δὲ
ἐμβεβλῆσθαι εἰς τὸ ὑγρόν, ὥστε τὴν κάτω ἐπιφάνειαν
αὐτοῦ
ἁρμόζειν τῷ θλιβομένῳ, καὶ ὥσπερ% αὐτὸ εἶναι
καὶ
ὁμοίως ἐπικεῖσθαι τῷ πρότερον ἐπικειμένῳ ὑγρῷ.
φανερὸν οὖν ὅτι τοῦτο τὸ σῶμα οὔτε ὑπερέχει τι τοῦ
ὑγροῦ
ἀφεθὲν οὔτε καταδύσεται ὑπὸ τὴν τοῦ ἄνω
ὑγροῦ
ἐπιφάνειαν.
ἀπεδείχθη γὰρ Ἀρχιμήδει ἐν τοῖς
Ὀχουμένοις
, ὅτι τὰ ἰσοβαρῆ τῷ ὑγρῷ σώματα ἀφεθέντα
εἰς
τὸ ὑγρὸν οὔτε ὑπερέξει τοῦ ὑγροῦ οὔτε καταδύ­
σεται
, οὐδ' ἄρα θλίψει τὰ ὑποκείμενα.
ἀφαιρεθέντων
οὖν
τῶν ἄνωθεν θλιβόντων, μενεῖ τὸ σῶμα ἐν τῷ
αὐτῷ
τόπῳ· πῶς οὖν θλίψει τὸ σῶμα τὸ μὴ ἔχον ὄρεξιν
εἰς
τὸ κάτω; τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ὑγρόν, ἔνθα
ἦν
τὸ σῶμα, οὐ θλίψει τὰ ὑποκείμενα· ἕνεκα γὰρ
μονῆς
τε καὶ κινήσεως διαφέρει τὸ εἰρημένον σῶμα τοῦ
τὸν
αὐτὸν τόπον ἐπέχοντος ὑγροῦ.
ὅτι δὲ ἔστι κενά,
καὶ
ἐκ τούτων ἄν τις καταλάβοι.
μὴ γὰρ ὄντων αὐτῶν,
οὐτ
' ἂν διὰ τοῦ ὕδατος οὔτε διὰ τοῦ ἀέρος οὔτε δι'
ἄλλου
σώματος οὐδενὸς ἠδύνατο ἂν διεκπίπτειν τὸ
φῶς
οὐδὲ θερμότης οὐδ' ἄλλη δύναμις οὐδεμία σω­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index