Aristotle, Problemata Mechanika, 1831

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
< >
page |< < of 24 > >|
852b
μᾶλλον ἢ ἀπαρτήσας τὸ βάρος.
καὶ ἔτι οὕτω μὲν δύο βάρη
κινεῖ, τό τε τῆς σφενδόνης καὶ τὸ βέλος, ἐκείνως δὲ τὸ
βέλος μόνον.
πότερον ὅτι ἐν μὲν τῇ σφενδόνῃ κινούμενον τὸ
βέλος ῥίπτει ὁ βάλλων [1περιαγαγὼν γὰρ κύκλῳ πολλάκις
ἀφίησιν]1,
ἐκ δὲ τῆς χειρὸς ἀπὸ τῆς ἠρεμίας ἡ ἀρχή·
πάντα δὲ εὐκινητότερα κινούμενα ἢ ἠρεμοῦντα.
ἢ διά τε
τοῦτο, καὶ διότι ἐν μὲν τῷ σφενδονᾶν ἡ μὲν χεὶρ γίνεται
κέντρον, ἡ δὲ σφενδόνη ἡ ἐκ τοῦ κέντρου· ὅσῳ ἂν ᾖ μείζων
ἡ ἀπὸ τοῦ κέντρου, κινεῖται θᾶττον. ἡ δὲ ἀπὸ τῆς χειρὸς
βολὴ πρὸς τὴν σφενδόνην βραχεῖα ἐστίν.
12[Figure 12]
Διὰ τί ῥᾷον κινοῦνται περὶ τὸ αὐτὸ ζυγὸν οἱ μείζους
τῶν ἐλαττόνων κόλλοπες, καὶ οἱ αὐτοὶ ὄνοι οἱ λεπτότεροι
ὑπὸ τῆς αὐτῆς ἰσχύος τῶν παχυτέρων;
ἢ διότι ὁ μὲν ὄνος
καὶ τὸ ζυγὸν κέντρον ἐστίν, τὰ δὲ ἀπέχοντα μεγέθη αἱ ἐκ
τοῦ κέντρου; θᾶττον δὲ κινοῦνται καὶ πλέον ἀπὸ τῆς αὐτῆς
ἰσχύος αἱ τῶν μειζόνων κύκλων ἢ αἱ τῶν ἐλαττόνων· ὑπὸ
τῆς αὐτῆς γὰρ ἰσχύος θᾶττον μεθίσταται τὸ ἄκρον τὸ πορρώτερον
τοῦ κέντρου.
διὸ πρὸς μὲν τὸ ζυγὸν τοὺς κόλλοπας
ὄργανα ποιοῦνται, οἷς ῥᾷον στρέφουσιν· ἐν δὲ τοῖς λεπτοῖς
ὄνοις πλεῖον γίνεται τὸ ἔξω τοῦ ξύλου, αὕτη δὲ γίνεται
ἡ ἐκ τοῦ κέντρου.

Διὰ τί τὸ αὐτὸ μέγεθος ξύλον ῥᾷον κατεάσσεται περὶ
τὸ γόνυ, ἐὰν ἴσον ἀποστήσας τῶν ἄκρων ἐχόμενος καταγνύῃ,
ἢ παρὰ τὸ γόνυ ἐγγὺς ὄντος· καὶ ἐὰν πρὸς τὴν γῆν
ἐρείσας καὶ τῷ ποδὶ προσβὰς πόρρωθεν τῇ χειρὶ καταγνύῃ,
ἢ ἐγγύθεν; ἢ διότι ἔνθα μὲν τὸ γόνυ κέντρον, ἔνθα δὲ ὁ
πούς.
ὅσῳ δ' ἂν πορρώτερον ᾖ τοῦ κέντρου, ῥᾷον κινεῖται
ἅπαν. κινηθῆναι δὲ ἀνάγκη καταγνύμενον.

Διὰ τί περὶ τοὺς αἰγιαλοὺς αἱ καλούμεναι κρόκαι στρογγύλαι
εἰσίν, ἐκ μακρῶν τῶν λίθων καὶ ὀστράκων τὸ ἐξ
ὑπαρχῆς ὄντων;
ἢ διότι τὰ πλεῖον ἀπέχοντα τοῦ μέσου ἐν
ταῖς κινήσεσι θᾶττον φέρεται.
τὸ μὲν γὰρ μέσον γίνεται
κέντρον, τὸ δὲ διάστημα ἡ ἐκ τοῦ κέντρου.
ἀεὶ δὲ ἡ μείζων
ἀπὸ τῆς ἴσης κινήσεως μείζω γράφει κύκλον. τὸ δ' ἐν
ἴσῳ χρόνῳ μείζω διεξιὸν θᾶττον φέρεται. τὰ δὲ φερόμενα
θᾶττον ἐκ τοῦ ἴσου ἀποστήματος σφοδρότερον τύπτει. τὰ δὲ
τύπτοντα μᾶλλον καὶ αὐτὰ τύπτεται μᾶλλον.
ὥστε ἀνάγκη
θραύεσθαι αἰεὶ τὰ πλέον ἀπέχοντα τοῦ μέσου. τοῦτο δὲ
πάσχοντα ἀνάγκη γίνεσθαι περιφερῆ.
ταῖς δὲ κρόκαις διὰ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index