Aristotle, Problemata Mechanika, 1831

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
< >
page |< < of 24 > >|
    <archimedes>
      <text>
        <body>
          <chap>
            <p n="38">
              <s id="g0132004">
                <pb xlink:href="080/01/015.jpg" ed="Bekker" n="854a"/>
                <lb/>
              ἕλκει τὸ ἐν τῇ πλάστιγγι κείμενον· ὥστε γινώσκειν, ὅταν
                <lb/>
              ὀρθὴ ἡ φάλαγξ ᾖ, ἀπὸ ποίου σπάρτου πόσον βάρος ἔχει ἡ
                <lb/>
              πλάστιγξ, καθάπερ εἴρηται.</s>
              <s id="g0132005">ὅλως μέν ἐστι τοῦτο ζυγόν, ἔχον
                <lb/>
              μίαν μὲν πλάστιγγα, ἐν ᾗ ἵσταται τὸ βάρος, τὴν δ' ἑτέραν,
                <lb/>
              ἐν ᾗ τὸ σταθμὸν ἐν τῇ φάλαγγι.</s>
              <s id="g0132006">διὸ σφαίρωμά ἐστιν ἡ
                <lb/>
              φάλαγξ ἐπὶ θάτερον. τοιοῦτον δὲ ὂν πολλὰ ζυγά ἐστι, καὶ
                <lb/>
              τοσαῦτα ὅσαπέρ ἐστι τὰ σπαρτία.</s>
              <s id="g0132007">ἀεὶ δὲ τὸ ἐγγύτερον
                <lb/>
              σπαρτίον τῆς πλάστιγγος καὶ τοῦ ἱσταμένου βάρους μεῖζον ἕλκει
                <lb/>
              βάρος, διὰ τὸ γίνεσθαι τὴν μὲν φάλαγγα πᾶσαν μοχλὸν
                <lb/>
              ἀνεστραμμένον [1ὑπομόχλιον μὲν γὰρ τὸ σπαρτίον
                <lb/>
              ἕκαστον ἄνωθεν ὄν, τὸ δὲ βάρος τὸ ἐνὸν ἐν τῇ πλάστιγγι]1, </s>
              <s id="g0132008">
                <lb/>
              ὅσῳ δ' ἂν μακρότερον ᾖ τὸ μῆκος τοῦ μοχλοῦ τοῦ ἀπὸ τοῦ
                <lb/>
              ὑπομοχλίου, τοσούτῳ ἐκεῖ μὲν ῥᾷον κινεῖ, ἐνταῦθα δὲ σήκωμα
                <lb/>
              ποιεῖ, καὶ ἵστησι τὸ πρὸς τὸ σφαίρωμα βάρος τῆς
                <lb/>
              φάλαγγος.</s>
            </p>
            <p n="39">
              <s id="g0132101prop21">
                <lb/>
              Διὰ τί οἱ ἰατροὶ ῥᾷον ἐξαιροῦσι τοὺς ὀδόντας προσλαμβάνοντες
                <lb/>
              βάρος τὴν ὀδοντάγραν ἢ τῇ χειρὶ μόνῃ ψιλῇ; </s>
              <s id="g0132102">
                <lb/>
              πότερον διὰ τὸ μᾶλλον ἐξολισθαίνειν διὰ τῆς χειρὸς τὸν
                <lb/>
              ὀδόντα ἢ ἐκ τῆς ὀδοντάγρας; ἢ μᾶλλον ὀλισθαίνει τῆς
                <lb/>
              χειρὸς ὁ σίδηρος, καὶ οὐ περιλαμβάνει αὐτὸν κύκλῳ· μαλθακὴ
                <lb/>
              γὰρ οὖσα ἡ σὰρξ τῶν δακτύλων καὶ προσμένει μᾶλλον
                <lb/>
              καὶ περιαρμόττει.</s>
              <s id="g0132103">ἀλλ' ὅτι ἡ ὀδοντάγρα δύο μοχλοί
                <lb/>
              εἰσιν ἀντικείμενοι, ἓν τὸ ὑπομόχλιον ἔχοντες τὴν σύναψιν
                <lb/>
              τῆς θερμαστρίδος· </s>
              <s id="g0132104">τοῦ ῥᾷον οὖν κινῆσαι χρῶνται τῷ ὀργάνῳ
                <lb/>
              πρὸς τὴν ἐξαίρεσιν.</s>
              <s id="g0132105">ἔστω γὰρ τῆς ὀδοντάγρας τὸ μὲν ἕτερον
                <lb/>
              ἄκρον ἐφ' ᾧ τὸ Α, τὸ δὲ ἕτερον, τὸ Β, ὃ ἐξαιρεῖ· ὁ
                <lb/>
              δὲ μοχλὸς ἐφ' ᾧ ΑΔΖ, ὁ δὲ ἄλλος μοχλὸς ἐφ' ᾧ Β
                <lb/>
              ΓΕ, ὑπομόχλιον δὲ τὸ ΓΘΔ· ὁ δὲ ὀδοὺς ἐφ' οὗ Ι σύναψις·
                <lb/>
              ὁ δὲ τὸ βάρος.</s>
              <figure id="id.080.01.015.1.jpg" xlink:href="080/01/015/1.jpg" number="16"/>
              <s id="g0132106">ἑκατέρῳ οὖν τῶν ΒΖ καὶ ἅμα λαβὼν
                <lb/>
              κινεῖ. ὅταν δὲ κινήσῃ, ἐξεῖλε ῥᾷον τῇ χειρὶ ἢ τῷ
                <lb/>
              ὀργάνῳ.</s>
            </p>
            <p n="40">
              <s id="g0132201prop22">
                <lb/>
              Διὰ τί τὰ κάρυα ῥᾳδίως καταγνύουσιν ἄνευ πληγῆς ἐν
                <lb/>
              τοῖς ὀργάνοις ἃ ποιοῦσι πρὸς τὸ καταγνύναι αὐτά; πολλὴ
                <lb/>
              γὰρ ἀφαιρεῖται ἰσχὺς ἡ τῆς φορᾶς καὶ βίας. ἔτι δὲ σκληρῷ
                <lb/>
              καὶ βαρεῖ συνθλίβων θᾶττον ἂν κατάξαι ἢ ξυλίνῳ καὶ κούφῳ
                <lb/>
              τῷ ὀργάνῳ. ἢ διότι οὕτως ἐπ' ἀμφότερα θλίβεται ὑπὸ δύο
                <lb/>
              μοχλῶν τὸ κάρυον, τῷ δὲ μοχλῷ ῥᾳδίως διαιρεῖται τὰ
                <lb/>
              βάρη; </s>
              <s id="g0132202">τὸ γὰρ ὄργανον ἐκ δύο σύγκειται μοχλῶν, ὑπομόχλιον
                <lb/>
              ἐχόντων τὸ αὐτό, τὴν συναφὴν ἐφ' ἧς τὸ Α.</s>
              <s id="g0132203">ὥσπερ</s>
            </p>
          </chap>
        </body>
      </text>
    </archimedes>