Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
< >
page |< < of 167 > >|
1
σίφωνα
κατὰ τὰς ἐν τοῖς ἀγγείοις τῶν ὑγρῶν ἐπι­
φανείας
, καὶ οὕτως ἠρεμήσει τὸ ὑγρὸν τὸ ἐν τῷ σίφωνι·
καὶ
μετεωρισθέντος ἄρα αὐτοῦ καὶ ἐπὶ μηδέτερον
μέρος
ἐγκλινομένου, πάλιν ἠρεμήσει τὸ ὑγρόν, ἐάν τε
διόλου
ἴσον ἔχῃ τὸ εὖρος ἐάν τε τὸ ἕτερον σκέλος
τοῦ
ἑτέρου πολλῷ μεῖζον ᾖ· οὐ γὰρ παρά γε τοῦτο
αἰτία
ἐγίνετο τοῦ ἠρεμεῖν τὸ ὑγρόν, ἀλλὰ παρὰ τὸ
ἐξ
ἴσου κεῖσθαι τὰ στόμια αὐτοῦ.
πῶς οὖν μετεωρι­
σθέντος
αὐτοῦ οὐ καταφέρεται τὸ ὑγρὸν τῷ ἰδίῳ βάρει
ὑποκείμενον
ἔχον κουφότερον ἀέρα; ὅτι κενὸς ἄθρους
οὐ
δύναται ὑπάρξαι τόπος· εἰ γὰρ μέλλει καταφέρε­
σθαι
, πρότερον πληρωθῆναι δεῖ τὸν ἀνώτερον τοῦ
σίφωνος
τόπον, εἰς ὃν ἀὴρ παρεισελθεῖν οὐδαμῶς δυ­
νατός
ἐστιν.
ἐὰν οὖν τρυπήσῃ τις τὸν ἀνώτερον τόπον
τοῦ
σίφωνος, εὐθέως καταρραγήσεται τὸ ὑγρὸν τοῦ
ἀέρος
ἔχοντος παρείσδυσιν.
πρὸ δὲ τοῦ τρυπηθῆναι
ἐπικείμενον
τὸ ἐν τῷ σίφωνι ὑγρὸν τῷ ὑποκειμένῳ
ἀέρι
ἐκθλίβει αὐτόν· οὗτος δὲ μὴ ἔχων, ὅπῃ χωρήσει,
οὐκ
ἐᾷ παρεξελθεῖν τὸ ὑγρόν.
ὅτε δὲ διὰ τοῦ τρυπή­
ματος
τόπον ἔσχεν ἀήρ, ὅπῃ χωρήσει, τότε μὴ ἀντέ­
χων
τὸ τοῦ ὕδατος βάρος ἐξεχώρησε.
διὰ δὲ τὴν αὐτὴν
αἰτίαν
καὶ τῷ σίφωνι τὸν οἶνον παρὰ φύσιν εἰς τὸ
ἄνω
ἐπισπώμεθα τῷ στόματι· δεξάμενοι γὰρ ἐν ἑαυτοῖς

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index