Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
< >
page |< < of 167 > >|
1
τὸν
ἐν τῷ σίφωνι ἀέρα πληρέστεροι πρότερον γινό­
μεθα
καὶ θλίβομεν τὸν συνημμένον [ἐν] ἑαυτοῖς ἀέρα,
οὗτος
δὲ τὸν ἐξ ἀρχῆς, ἄχρις ἂν πρὸς τῇ ἐπιφανείᾳ
τοῦ
οἴνου κένωσις γένηται.
καὶ τότε οἶνος θλιβό­
μενος
εἰς τὸν κενούμενον τοῦ σίφωνος τόπον χωρήσει·
ἄλλος
γὰρ τόπος οὐκ ἔστιν ὅπῃ θλιβόμενος χωρήσει·
διὰ
ταύτην δὲ τὴν αἰτίαν καὶ παρὰ φύσιν αὐτῷ γί­
νεται
εἰς τὸ ἄνω μέρος φορά.
καὶ ἄλλως δὲ ἠρε­
μήσει
τὸ ὑγρὸν ἐν τῷ σίφωνι, ὅταν ἐν μιᾷ σφαι­
ρικῇ
ἐπιφανείᾳ κέντρον ἐχούσῃ τὸ αὐτὸ τῇ γῇ· ἐπει­
δήπερ
ἐὰν ὑγροῦ τινος ἐπιφάνεια σφαιρικὴ κέντρον
ἔχουσα
τὸ αὐτὸ τῇ γῇ, ἠρεμεῖ· εἰ γὰρ δυνατόν, μὴ
ἠρεμείτω·
κινηθεῖσα ἄρα ἠρεμήσει· ἠρεμείτω οὖν.
αὕτη
ἄρα
ἔσται σφαιρικὴ ἐπιφάνεια κέντρον ἔχουσα τὸ αὐτὸ
τῇ
γῇ, καὶ τέμνει τὴν προτέραν ἐπιφάνειαν· τὸ γὰρ
αὐτὸ
ὑγρὸν ἀπὸ κοινοῦ τινος ἕτερον καὶ ἕτερον ἐπέσχε
τόπον
.
ἀμφότεραι οὖν τετμήσθωσαν διὰ τοῦ κέντρου
τῆς
γῆς ἐπιπέδῳ τινὶ καὶ ποιείτωσαν γραμμὰς ἐν ταῖς
ἐπιφανείαις
κύκλων περιφερείας τὸ αὐτὸ κέντρον ἐχού­
σας
τῇ γῇ· ποιείτωσαν τὰς ΑΒΓ, ΖΒΔ· καὶ διήχθω
ΒΗ· ἴση ἄρα ΒΗ ἑκατέρᾳ τῶν ΗΖ, ΗΑ, ὅπερ
ἄτοπον·
ἠρεμήσει ἄρα.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index