Heron Alexandrinus, Belopoiica, 1918

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
< >
page |< < of 48 > >|
1
χρόνῳ [2ἔμπειρον]2 καταστῆναι δεῖ
καὶ πᾶσαν πρόνοιαν ποιεῖσθαι.
εἰρή­
νης γὰρ πολλῆς ὑπαρχούσης προσ­
δοκήσαιτο ἄν τις πλείονα ταύτην
γενέσθαι, ὅταν ἐν τῷ περὶ τὴν βελο­
ποιίαν μέρει καταγίνωνται· αὐτοί τε
κατὰ συνείδησιν ἀτάραχοι διαμενοῦ­
σιν, καὶ οἱ ἐπιθυμοῦντες ἐπιβου­
λεύειν ὁρῶντες τὴν περὶ αὐτὰ γιγνο­
μένην αὐτῶν διατριβὴν οὐκ ἐπε­
λεύσονται· ἀμελησάντων δὲ πᾶσα
ἐπιβουλή, κἂν ἐλαχίστη τυγχάνῃ,
ἐπικρατήσει ἀπαρασκεύων τῶν ἐν
ταῖς πόλεσι περὶ ταῦτα ὑπαρχόντων.
Ἐπεὶ οὖν οἱ πρὸ ἡμῶν πλείστας
μὲν ἀναγραφὰς περὶ βελοποιικῶν
ἐποιήσαντο μέτρα καὶ διαθέσεις ἀνα­
γραψάμενοι, οὐδὲ εἷς δὲ αὐτῶν οὔτε
τὰς κατασκευὰς τῶν ὀργάνων ἐκτί­
θεται κατὰ τρόπον οὔτε τὰς τούτων
χρήσεις, ἀλλ' ὥσπερ γινώσκουσι πᾶσι
τὴν ἀναγραφὴν ἐποιήσαντο, καλῶς
ἔχειν ὑπολαμβάνομεν ἐξ αὐτῶν
τε ἀναλαβεῖν καὶ ἐμφανίσαι περὶ
τῶν ὀργάνων τῶν ἐν τῇ βελο­
ποιίᾳ, ὡς μηδὲ ἴσως ὑπαρχόντων,
ὅπως πᾶσιν εὐπαρακολούθητος γέ­
νηται ἡ παράδοσις.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index