Aristotle, Problemata Mechanika, 1831

List of thumbnails

< >
21
21
22
22
23
23
24
24
< >
page |< < of 24 > >|
857b
δίως, αἴρειν δὲ πλήρη χαλεπῶς;
λυσιτελεῖ οὖν μικρῷ βραδύτερον
εἶναι τὸ καταγαγεῖν πρὸς τὸ πολὺ κουφίσαι τὸ
βάρος ἀνάγοντι. τοῦτο οὖν ποιεῖ ἐπ' ἄκρῳ τῷ κηλωνείῳ ὁ
μόλιβδος προσκείμενος ἢ ὁ λίθος.
καθιμῶντι μὲν γὰρ γίνεται
βάρος μεῖζον ἢ εἰ μόνον κενὸν δεῖ κατάγειν τὸν κάδον·
ὅταν δὲ πλήρης ᾖ, ἀνάγει ὁ μόλιβδος, ἢ ὅ τι ἂν ᾖ
τὸ προσκείμενον βάρος.
ὥστ' ἐστὶ ῥᾷον αὐτῷ τὰ ἄμφω
ἢ ἐκείνῳ.
27[Figure 27]
Διὰ τί, ὅταν φέρωσιν ἐπὶ ξύλου ἤ τινος τοιούτου δύο
ἄνθρωποι ἴσον βάρος, οὐχ ὁμοίως θλίβονται, ἐὰν μὴ ἐπὶ
τῷ μέσῳ ᾖ τὸ βάρος, ἀλλὰ μᾶλλον ὅσῳ ἂν ἐγγύτερον ᾖ
τῶν φερόντων;
ἢ διότι μοχλὸς μὲν γίνεται οὕτως ἐχόντων
τὸ ξύλον, τὸ δὲ βάρος ὑπομόχλιον,
ὁ δὲ ἐγγύτερος τοῦ
βάρους τῶν φερόντων τὸ βάρος τὸ κινούμενον, ἅτερος δὲ
τῶν φερόντων τὸ βάρος ὁ κινῶν.
ὅσῳ γὰρ πλέον ἀπέχει τοῦ
βάρους, τοσούτῳ ῥᾷον κινεῖ, καὶ θλίβει μᾶλλον τὸν ἕτερον
εἰς τὸ κάτω, ὥσπερ ἀντερείδοντος τοῦ βάρους τοῦ ἐπικειμένου
καὶ γινομένου ὑπομοχλίου.
ἐν μέσῳ δὲ ὑποκειμένου τοῦ
βάρους, οὐδὲν μᾶλλον ἅτερος θατέρῳ γίνεται βάρος, οὐδὲ
κινεῖ, ἀλλ' ὁμοίως ἑκάτερος ἑκατέρῳ γίνεται βάρος.

Διὰ τί οἱ ἀνιστάμενοι πάντες πρὸς ὀξεῖαν γωνίαν τῷ
μηρῷ ποιήσαντες τὴν κνήμην ἀνίστανται, καὶ τῷ θώρακι
πρὸς τὸν μηρόν; εἰ δὲ μή, οὐκ ἂν δύναιντο ἀναστῆναι.
πότερον
ὅτι τὸ ἴσον ἠρεμίας πανταχοῦ αἴτιον, ἡ δὲ ὀρθὴ γωνία
τοῦ ἴσου, καὶ ποιεῖ στάσιν· διὸ καὶ φέρεται πρὸς ὁμοίας
γωνίας τῇ περιφερείᾳ τῆς γῆς. οὐ γὰρ ὅτι καὶ πρὸς ὀρθὴν
ἔσται τῷ ἐπιπέδῳ.
ἢ ὅτι ἀνιστάμενος γίνεται ὀρθός, ἀνάγκη
δὲ τὸν ἑστῶτα κάθετον εἶναι πρὸς τὴν γῆν.
εἰ οὖν μέλλει
ἔσεσθαι πρὸς ὀρθήν, τοῦτο δέ ἐστι τὸ τὴν κεφαλὴν ἔχειν
κατὰ τοὺς πόδας, καὶ γίνεσθαι δὴ ὅτε ἀνίσταται.
ὅταν μὲν
οὖν καθήμενος ᾖ, παράλληλον ἔχει τὴν κεφαλὴν καὶ τοὺς
πόδας, καὶ οὐκ ἐπὶ μιᾶς εὐθείας.
28[Figure 28]ἡ κεφαλὴ Α ἔστω, θώραξ
ΑΒ, μηρὸς ΒΓ, κνήμη ΓΔ.
πρὸς ὀρθὴν δὲ γίνεται
ὅ τε θώραξ [ἐφ' ὧν ΑΒ] τῷ μηρῷ καὶ ὁ μηρὸς τῇ κνήμῃ
οὕτως καθημένῳ. ὥστε οὕτως ἔχοντα ἀδύνατον ἀναστῆναι.

ἀνάγκη δὲ ἐγκλῖναι τὴν κνήμην καὶ ποιεῖν τοὺς πόδας ὑπὸ
τὴν κεφαλήν.
τοῦτο δὲ ἔσται, ἐὰν ἡ ΓΔ ἐφ' ἧς τὰ ΓΖ
γένηται, καὶ ἅμα ἀναστῆναι συμβήσεται, καὶ ἔχειν ἐπὶ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index