Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
< >
page |< < of 167 > >|
1
ΑΒ ἀγγείῳ ὕδατος ἐπιφανείας.
ἐὰν οὖν διὰ τοῦ ἐκτὸς
στομίου τοῦ σίφωνος ἐπισπασώμεθα τὸν ἐν τῷ σίφωνι
ὄντα ἀέρα, συνακολουθήσει τὸ ὑγρὸν διὰ τὸ μὴ δύ­
νασθαι κενὸν ἄθρουν τόπον ἐν τῷ σίφωνι γενέσθαι.
ἀρχὴν δὲ λαβὼν ὁ σίφων τῆς ῥύσεως ῥέει, ἄχρις ἂν
πᾶν κενώσῃ τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ· καὶ ἔσται ἡ ῥύσις
ὁμαλὴ τῷ τὴν ἐκτὸς ὑπεροχὴν τοῦ σίφωνος, ἣν ὑπερ­
έχει εἰς τὸ κάτω μέρος τῆς τοῦ ὕδατος ἐπιφανείας,
ἀεὶ τὴν αὐτὴν γίνεσθαι, ἐπειδήπερ τῇ τοῦ ἀγγείου
κενώσει συγκαταβαίνει καὶ ὁ λέβης σὺν τῷ σίφωνι.
ὅσῳ δ' ἂν ἡ ἐκτὸς ὑπεροχὴ μείζων ᾖ, τοσούτῳ ὀξυτέρα
τῆς πρότερον ἡ ῥύσις ἔσται, ὁμαλὴ δὲ καθ' ἑαυτήν.
ἔστω δὲ ὁ εἰρημένος σίφων ὁ ΕΖΗ, ἡ δὲ τοῦ ὕδατος
ἐπιφάνεια κατὰ τὴν ΘΚ εὐθεῖαν.
Ἡ δὲ κατὰ μέν τι ὁμαλή, κατὰ δέ τι ἀνώμαλος
γίνεται οὕτως διὰ τοῦ σίφωνος· καλῶ δὲ κατὰ μέν τι
ὁμαλήν, κατὰ δέ τι ἀνώμαλον, ὅταν ἐπί τινα χρόνον
βουλομένοις ὁμαλὴ ᾖ ἡ γινομένη ἐξ ἀρχῆς ῥύσις, ἐπὶ
δὲ ἕτερον πάλιν χρόνον προαιρουμένοις ὁμαλὴ μὲν ᾖ
καθ' ἑαυτὴν ἡ γινομένη ῥύσις, τῆς δὲ πρότερον ἤτοι
βραδυτέρα ἢ ταχυτέρα.
Ἔστω γὰρ πάλιν τὸ μὲν τοῦ ὕδατος ἀγγεῖον τὸ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index