Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

Page concordance

< >
Scan Original
51
52
53
54
55
56
57
58
< >
page |< < of 58 > >|
1068τῷ ΜαΜβ τυμπάνῳ ὁ ΩΑ#22 ἔχων τὴν ἕλικα ἁρμόζουσαν τοῖς
λοξοῖς ὀδοῦσι τοῦ τυμπάνου τοῦ ΜαΜβ. τοῦτο δὲ ὡς δεῖ
ποιεῖν, ἐν τοῖς αὐτοῖς μηχανικοῖς Ἥρωνος γέγραπται, καὶ
ἡμεῖς δὲ τοῦτο σαφέστερον ἑξῆς γράψομεν.
στρεφέσθω δὲ
ὁ κοχλίας εὐλύτως περὶ τόρμους ἐνόντας ἐν τρήμασι στρογ-
γύλοις, ὧν ὁ ἕτερος ὑπερεχέτω εἰς τὸ ἐκτὸς μέρος τοῦ
γλωσσοκόμου κατὰ τὸν ΓΔ τοῖχον, καὶ ἡ ὑπεροχὴ τετρα-
γωνισθεῖσα λαβέτω χειρολάβην τὴν ς#22Β, δι' ἧς ἐπιλαβόμενοι
καὶ ἐπιστρέφοντες τὸν κοχλίαν ἐπιστρέψομεν καὶ τὸ ΜαΜβ
τύμπανον, ὥστε καὶ τὸ ϞϠ συμφυὲς αὐτῷ.
διὰ δὲ τοῦτο
καὶ τὸ παρακείμενον αὐτῷ τὸ ΧΨ στραφήσεται, καὶ τὸ
συμφυὲς αὐτῷ τὸ ΥΦ, καὶ τὸ παρακείμενον αὐτῷ τὸ ΣΤ,
καὶ τὸ τούτῳ συμφυὲς τὸ ΠΡ, καὶ τὸ τούτῳ παρακείμενον
τὸ ΞΟ, καὶ τὸ τούτῳ συμφυὲς τὸ ΜΝ, καὶ τὸ τούτῳ πα-
ρακείμενον τὸ ΗΘ, ὥστε καὶ ὁ τούτῳ συμφυὴς ἄξων ὁ ΕΖ,
περὶ ὃν ἐπειλοῦντες τὰ ἐκ τοῦ φορτίου ὅπλα κινήσομεν τὸ
βάρος.
ὅτι γὰρ κινήσεται δῆλον ἐκ τοῦ προστεθεῖσθαι
ἑτέραν δύναμιν τὴν τῆς χειρολάβης, ἥτις περιγράφει κύκλον
τῆς τοῦ κοχλίου περιμέτρου μείζονα· ἀπεδείχθη γὰρ ἐν τῷ
περὶ ζυγῶν Ἀρχιμήδους καὶ τοῖς Φίλωνος καὶ Ἥρωνος
μηχανικοῖς, ὅτι οἱ μείζονες κύκλοι κατακρατοῦσιν τῶν
ἐλασσόνων κύκλων, ὅταν περὶ τὸ αὐτὸ κέντρον ἡ κύλισις
αὐτῶν γίνηται.
ιβ#. Τὰ μὲν οὖν μάλιστα συνέχοντα τὴν μηχανικὴν
θεωρίαν ταῦτ' ἂν εἴη.
τῆς δὲ ὀργανικῆς πολλὰ μὲν εἴδη

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index