Aristotle, Problemata Mechanika, 1831

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
< >
page |< < of 24 > >|
    <archimedes>
      <text>
        <body>
          <chap>
            <p n="5">
              <s id="g0120205">
                <pb xlink:href="080/01/003.jpg" ed="Bekker" n="848a"/>
                <lb/>
              ἄκρων ὁποτερονοῦν, τὴν δὲ γραμμὴν εὐθεῖαν, ὅταν ἐκ κυρτῆς
                <lb/>
              εἰς κοῖλον ἢ πάλιν ἐκ ταύτης γίνηται κυρτὴ καὶ περιφερής.
                <lb/>
              ἓν μὲν οὖν τοῦτο τῶν ἀτόπων ὑπάρχει περὶ τὸν κύκλον,</s>
            </p>
            <p n="6">
              <s id="g0120301">
                <lb/>
              δεύτερον δὲ ὅτι ἅμα κινεῖται τὰς ἐναντίας κινήσεις·
                <lb/>
              ἅμα γὰρ εἰς τὸν ἔμπροσθεν κινεῖται τόπον καὶ τὸν ὄπισθεν.</s>
              <s id="g0120302">
                <lb/>
              ἥ τε γράφουσα γραμμὴ τὸν κύκλον ὡσαύτως ἔχει· ἐξ
                <lb/>
              οὗ γὰρ ἄρχεται τόπου τὸ πέρας αὐτῆς, εἰς τὸν αὐτὸν τοῦτον τόπον
                <lb/>
              ἔρχεται πάλιν· συνεχῶς γὰρ κινουμένης αὐτῆς τὸ ἔσχατον
                <lb/>
              πάλιν ἀπῆλθε πρῶτον, ὥστε καὶ φανερὸν ὅτι μετέβαλεν
                <lb/>
              ἐντεῦθεν.</s>
              <s id="g0120303">διό, καθάπερ εἴρηται πρότερον, οὐδὲν ἄτοπον τὸ
                <lb/>
              πάντων εἶναι τῶν θαυμάτων αὐτὸν ἀρχήν.</s>
            </p>
            <p n="7">
              <s id="g0120401">τὰ μὲν οὖν περὶ
                <lb/>
              τὸν ζυγὸν γινόμενα εἰς τὸν κύκλον ἀνάγεται, τὰ δὲ περὶ
                <lb/>
              τὸν μοχλὸν εἰς τὸν ζυγόν, τὰ δ' ἄλλα πάντα σχεδὸν τὰ
                <lb/>
              περὶ τὰς κινήσεις τὰς μηχανικὰς εἰς τὸν μοχλόν.</s>
              <s id="g0120402">ἔτι δὲ
                <lb/>
              διὰ τὸ μιᾶς οὔσης τῆς ἐκ τοῦ κέντρου γραμμῆς μηθὲν ἕτερον
                <lb/>
              ἑτέρῳ φέρεσθαι τῶν σημείων τῶν ἐν αὐτῇ ἰσοταχῶς, ἀλλ' ἀεὶ
                <lb/>
              τὸ τοῦ μένοντος πέρατος πορρώτερον ὂν θᾶττον, πολλὰ τῶν θαυμαζομένων
                <lb/>
              συμβαίνει περὶ τὰς κινήσεις τῶν κύκλων· περὶ
                <lb/>
              ὧν ἐν τοῖς ἑπομένοις προβλήμασιν ἔσται δῆλον.</s>
            </p>
            <p n="8">
              <s id="g0120501">διὰ δὲ τὸ
                <lb/>
              τὰς ἐναντίας κινήσεις ἅμα κινεῖσθαι τὸν κύκλον, καὶ τὸ
                <lb/>
              μὲν ἕτερον τῆς διαμέτρου τῶν ἄκρων, ἐφ' οὗ τὸ Α, εἰς τοὔμπροσθεν
                <lb/>
              κινεῖσθαι, θάτερον δέ, ἐφ' οὗ τὸ Β, εἰς τοὔπισθεν,
                <lb/>
              κατασκευάζουσί τινες ὥστ' ἀπὸ μιᾶς κινήσεως πολλοὺς ὑπεναντίους
                <lb/>
              ἅμα κινεῖσθαι κύκλους, ὥσπερ οὓς ἀνατιθέασιν ἐν
                <lb/>
              τοῖς ἱεροῖς ποιήσαντες τροχίσκους χαλκοῦς τε καὶ σιδηροῦς.</s>
              <s id="g0120502">
                <lb/>
              εἰ γὰρ εἴη τοῦ ΑΒ κύκλου ἁπτόμενος ἕτερος κύκλος ἐφ' οὗ
                <lb/>
              ΓΔ, τοῦ κύκλου τοῦ ἐφ' οὗ ΑΒ κινουμένης τῆς διαμέτρου
                <lb/>
              εἰς τοὔμπροσθεν, κινηθήσεται ἡ ΓΔ εἰς τοὔπισθεν τοῦ κύκλου
                <lb/>
              τοῦ ἐφ' οὗ Α, κινουμένης τῆς διαμέτρου περὶ τὸ αὐτό.</s>
              <s id="g0120503">εἰς
                <lb/>
              τοὐναντίον ἄρα κινηθήσεται ὁ ἐφ' οὗ ΓΔ κύκλος τῷ ἐφ'
                <lb/>
              οὗ τὸ ΑΒ· καὶ πάλιν αὐτὸς τὸν ἐφεξῆς, ἐφ' οὗ ΕΖ, εἰς
                <lb/>
              τοὐναντίον αὑτῷ κινήσει διὰ τὴν αὐτὴν αἰτίαν.</s>
              <figure id="id.080.01.003.1.jpg" xlink:href="080/01/003/1.jpg" number="1"/>
            </p>
            <p n="9">
              <s id="g0120601">τὸν αὐτὸν δὲ
                <lb/>
              τρόπον κἂν πλείους ὦσι, τοῦτο ποιήσουσιν ἑνὸς μόνου κινηθέντος.</s>
              <s id="g0120602">
                <lb/>
              ταύτην οὖν λαβόντες ὑπάρχουσαν ἐν τῷ κύκλῳ τὴν
                <lb/>
              φύσιν οἱ δημιουργοὶ κατασκευάζουσιν ὄργανον κρύπτοντες
                <lb/>
              τὴν ἀρχήν, ὅπως ᾖ τοῦ μηχανήματος φανερὸν μόνον τὸ
                <lb/>
              θαυμαστόν, τὸ δ' αἴτιον ἄδηλον. </s>
            </p>
          </chap>
        </body>
      </text>
    </archimedes>