1
ἔκθου ἐπὶ σανίδος τηλικαύτην
εὐθεῖαν τὴν ΑΒ, καὶ ταύτῃ πρὸς
ὀρθὰς ἀγαγὼν τὰς ΑΓ ΒΔ, ὧν
ἑκατέρα ἴση ἐστὶν τῇ τοῦ τρήμα
τος διαμέτρῳ, ἢ μικρῷ μείζων,
περίγραψον περιφέρειαν κύκλου
διὰ τῶν Γ Δ τὴν ΓΕΔ. καὶ
ἔσται σοι τὸ ΑΒΓΔΕ σχῆμα τὸ
κάτω μέρος τοῦ περιτρήτου ἐν
τῷ εὐθυτόνῳ τῷ συγκειμένῳ ἐκ
τῶν δύο περιτρήτων. ἀπολαβὼν
οὖν τὰς ΑΖ ΘΒ ἴσας τῷ πάχει τοῦ
παραστάτου, καὶ ἀγαγὼν πρὸς
ὀρθὰς ἐν τῇ σανίδι τῇ ΑΒ τὰς
ΖΗ ΘΚ, περίγραψον τὰ τρήματα
τὰ δεχόμενα τὸν τόνον τὰ Μ Λ
μικρὸν ἀπέχοντα ἀπὸ τῶν ΖΗ, ΘΚ·
εἶτα ἐφεξῆς θεὶς τὰ πάχη τῶν
μεσοστατῶν τὰ ΝΞ ΟΠ, ἄγαγε
πρὸς ὀρθὰς τῇ ΑΒ, καὶ ἔσται τὸ
μεταξὺ τῶν Ξ Ο τὸ πλάτος τῆς
διώστρας.
ἔκθου ἐπὶ σανίδος τηλικαύτην
εὐθεῖαν τὴν ΑΒ, καὶ ταύτῃ πρὸς
ὀρθὰς ἀγαγὼν τὰς ΑΓ ΒΔ, ὧν
ἑκατέρα ἴση ἐστὶν τῇ τοῦ τρήμα
τος διαμέτρῳ, ἢ μικρῷ μείζων,
περίγραψον περιφέρειαν κύκλου
διὰ τῶν Γ Δ τὴν ΓΕΔ. καὶ
ἔσται σοι τὸ ΑΒΓΔΕ σχῆμα τὸ
κάτω μέρος τοῦ περιτρήτου ἐν
τῷ εὐθυτόνῳ τῷ συγκειμένῳ ἐκ
τῶν δύο περιτρήτων. ἀπολαβὼν
οὖν τὰς ΑΖ ΘΒ ἴσας τῷ πάχει τοῦ
παραστάτου, καὶ ἀγαγὼν πρὸς
ὀρθὰς ἐν τῇ σανίδι τῇ ΑΒ τὰς
ΖΗ ΘΚ, περίγραψον τὰ τρήματα
τὰ δεχόμενα τὸν τόνον τὰ Μ Λ
μικρὸν ἀπέχοντα ἀπὸ τῶν ΖΗ, ΘΚ·
εἶτα ἐφεξῆς θεὶς τὰ πάχη τῶν
μεσοστατῶν τὰ ΝΞ ΟΠ, ἄγαγε
πρὸς ὀρθὰς τῇ ΑΒ, καὶ ἔσται τὸ
μεταξὺ τῶν Ξ Ο τὸ πλάτος τῆς
διώστρας.