Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 167 > >|
1
ἀποικειοῦσθαι
ὑποληπτέον, τὸν δὲ ἀέρα τὸν μεταξὺ
τῶν
τῆς ψάμμου μορίων τοῖς μεταξὺ τοῦ ἀέρος κενοῖς·
διὸ
καὶ πιλεῖσθαι τὸν ἀέρα συμβαίνει ἐκ βίας τινὸς
προσελθούσης
καὶ συνιζάνειν εἰς τὰς τῶν κενῶν χώρας,
παρὰ
φύσιν τῶν σωμάτων πρὸς ἄλληλα θλιβομένων·
ἀνέσεως
δὲ γενομένης πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀπο­
καθίσταται
τῇ τῶν σωμάτων εὐτονίᾳ, καθάπερ καὶ τοῖς
τῶν
κεράτων συμβαίνει ξέσμασι καὶ τοῖς ξηροῖς σπόγ­
γοις
, ὅταν συμπιληθέντα ἀνεθῇ, πάλιν ἐπὶ τὴν αὐτὴν
χώραν
ἀποκαθίστασθαι καὶ τὸν αὐτὸν ὄγκον ἀποδιδόναι,
ὁμοίως
δὲ καὶ ἐάν τινος βίας γενομένης ἀπ' ἀλλήλων
διαστῇ
τὰ τοῦ ἀέρος σώματα καὶ μείζων κενὸς παρὰ
φύσιν
γένηται τόπος, πάλιν πρὸς ἄλληλα συντρέχειν·
διὰ
γὰρ τοῦ κενοῦ ταχεῖαν γίνεσθαι τὴν φορὰν τοῖς
σώμασι
[2συμβαίνει]2, μηδενὸς ἀνθισταμένου μηδὲ ἀντι­
κρούοντος
, ἕως ἂν ἀλλήλοις προσερείσῃ τὰ σώματα.
ἐὰν οὖν ἀγγεῖον λαβών τις κουφότατον καὶ σύστομον,
προσθεὶς
τῷ στόματι ἐκμυζήσῃ τὸν ἀέρα καὶ ἀφῇ, ἐκ­
κρεμασθήσεται
ἐκ τῶν χειλέων τὸ ἀγγεῖον, ἐπισπωμένου
τοῦ
κενοῦ τὴν σάρκα πρὸς τὸ ἀναπληρωθῆναι τὸν
κενωθέντα
τόπον· ὥστε ἐκ τούτου φανερὸν γενέσθαι,
ὅτι
ἄθρους κενὸς ὑπῆρξεν ἐν τῷ ἀγγείῳ τόπος.
καὶ
ἄλλως
δὲ τοῦτο φανερόν· τὰ γὰρ ἰατρικὰ ᾠὰ ὑέλινα
ὄντα
καὶ σύστομα, ὅταν βούλωνται πληρῶσαι ὑγροῦ,
ἐκμυζήσαντες
τῷ στόματι τὸν ἐν αὐτοῖς ἀέρα καὶ κατα­
λαβόντες
τὸ στόμιον αὐτῶν τῷ δακτύλῳ καταστρέφου­

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index