Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
Scan Original
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
< >
page |< < of 167 > >|
1Ἔστω μὲν βάσις, ἐφ' ἧς ἐπίκειται τὰ ἀγγεῖα,
ΑΒΓΔ·
τὰ δὲ ἀγγεῖα ἔστω τὰ Ε, Ζ· ἐν δὲ ἑκατέρῳ
αὐτῶν
καμπύλος ἔστω σίφων, ἐν μὲν τῷ Ε ΗΘΚ,
ἐν
δὲ τῷ Ζ ΛΜΝ τὰς ἔξω ὑπεροχὰς ἔχοντες εἰς
κρουνοὺς
διεσκευασμένας· αἱ δὲ κυρτότητες αὐτῶν πρὸς
τοῖς
στομίοις τῶν ἀγγείων ὑπαρχέτωσαν.
ἕτερος δὲ
σωλὴν
διὰ τῆς βάσεως εἰς τὰ ἀγγεῖα ἀνακεκάμφθω
ΞΟΠΡ
, οὗ τὰ Ξ, Ρ στόμια παρ' αὐτὰς ἔστω τὰς τῶν
διαβητῶν
κυρτότητας.
ἐγκεχύσθω δὲ ἐν τῷ Ε ἀγγείῳ
οἶνος
, ὥστε τὴν ἐπιφάνειαν τοῦ ὑγροῦ μὴ ὑπὲρ αὐτὴν
εἶναι
τὴν τοῦ διαβήτου κυρτότητα τὴν Θ.
μέχρι μὲν
τούτου
οὐ ῥεῖ οἶνος διὰ τὸ τὸν διαβήτην μὴ ἔχειν
τὴν
ἀρχὴν τῆς ῥύσεως.
ἐὰν δὲ καὶ ἐν τῷ Ζ ἀγγείῳ
ὕδωρ
ἐγχέωμεν, ὥστε τὴν ἐπιφάνειαν αὐτοῦ ὑπερβάλλειν
τὴν
Μ κυρτότητα, τότε τὸ ὕδωρ ἐνεχθήσεται καὶ διὰ
τοῦ
ΞΟΠΡ σωλῆνος εἰς τὸ Ε ἀγγεῖον καὶ ἀρχὴν δώσει
τῆς
ῥύσεως τῷ οἴνῳ.
καὶ τότε ἀμφότερα τὰ ἀγγεῖα
ῥεύσει
, τὸ μὲν τὸν οἶνον, τὸ δὲ τὸ ὕδωρ, ἄχρις ἂν
ἀμφότερα
κενωθῇ.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index