Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

Page concordance

< >
Scan Original
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
< >
page |< < of 58 > >|
1116ἐπιτομώτερον ποιησόμεθα πρὸς ὑπόμνησιν τῶν φιλομα-
θούντων, προσθέντες ἔτι καὶ τὰ περὶ τῆς μονοκώλου καὶ
δικώλου καὶ τρικώλου καὶ τετρακώλου μηχανῆς ἀναγκαίως
λεγόμενα, μή ποτε καὶ τῶν βιβλίων ἐν οἷς ταῦτα γέγραπται
ἀπορία γένηται τῷ ζητοῦντι· καὶ γὰρ ἡμεῖς κατὰ πολλὰ
μέρη διεφθαρμένοις ἐνετύχομεν ἀνάρχοις τε καὶ ἀτελέσι
βιβλίοις.
πέντε τοίνυν οὐσῶν δυνάμεων δι' ὧν τὸ δοθὲν
βάρος τῇ δοθείσῃ βίᾳ κινεῖται, ἀναγκαῖόν ἐστιν τά τε
σχήματα αὐτῶν καὶ τὰς χρείας ἔτι δὲ καὶ τὰ ὀνόματα
ἐκθέσθαι.
ἀποδέδοται δὲ ὑπὸ τοῦ Ἥρωνος καὶ Φίλωνος
καὶ διότι αἱ προειρημέναι δυνάμεις εἰς μίαν ἄγονται φύσιν,
καίτοι παρὰ πολὺ διαλλάσσουσαι τοῖς σχήμασιν.
ὀνόματα
μὲν οὖν ἐστιν τάδε· ἄξων ἐν περιτροχίῳ, μοχλός, πολύ-
σπαστον, σφήν, καὶ πρὸς τούτοις ὁ καλούμενος ἄπειρος
κοχλίας.
Ὁ μὲν οὖν ἄξων ὁ ἐν τῷ περιτροχίῳ κατασκευάζεται
οὕτως· ξύλον δεῖ λαβεῖν εὔτονον τετράγωνον [1καθάπερ δο-
18[Figure 18]κίδα]1 καὶ τούτου τὰ ἄκρα σι-
μώσαντα στρογγύλα ποιῆσαι
καὶ χοινικίδας περιθεῖναι
χαλκᾶς συναραρυίας τῷ ἄξονι,
ὥστε ἐμβληθείσας αὐτὰς εἰς
τρήματα στρογγύλα ἐν ἀκινή-
τῳ τινὶ πήγματι εὐλύτως στρέ-
φεσθαι τῶν τρημάτων τριβεῖς
χαλκοῦς ἐχόντων ὑποκειμένους
ταῖς χοινικίσι· καλεῖται δὲ τὸ
εἰρημένον ξύλον ἄξων.
περὶ
δὲ μέσον τὸν ἄξονα περιτί-
θεται τύμπανον ἔχον τρῆμα
τετράγωνον ἁρμοστὸν τῷ ἄξονι, ὥστε ἅμα στρέφεσθαι τόν
τε ἄξονα καὶ τὸ περιτρόχιον.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index