Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876
page |< < of 58 > >|
1118
Ἡ μὲν οὖν κατασκευὴ δεδήλωται, χρεία δ' ἐστὶν ἡ
μέλλουσα λέγεσθαι.
ὅταν γὰρ βουλώμεθα μεγάλα βάρη
κινεῖν ἐλάσσονι βίᾳ, τὰ ἐκδεδεμένα ἐκ τοῦ βάρους ὅπλα
περιθέντες περὶ τὰ σεσιμωμένα τοῦ ἄξονος, καὶ ἐμβαλόν-
τες σκυτάλας εἰς τὰ ἐν τῷ περιτροχίῳ τρήματα, ἐπιστρέ-
φομεν τὸ περιτρόχιον κατάγοντες τὰς σκυτάλας, καὶ οὕτως
εὐκόπως κινηθήσεται τὸ βάρος ὑπὸ ἐλάσσονος δυνάμεως
τῶν ὅπλων περὶ τὸν ἄξονα ἐπειλουμένων [ἢ καὶ διαμηρυο-
μένων ὑπό τινος πρὸς τὸ μὴ ἅπαν τὸ ὅπλον περικεῖσθαι
τῷ ἄξονι].
τοῦ δὲ εἰρημένου ὀργάνου τὸ μὲν μέγεθος ἁρ-
μόζεσθαι δεῖ πρὸς τὰ μέλλοντα κινεῖσθαι βάρη, τὴν δὲ
συμμετρίαν πρὸς τὸν λόγον ὃν ἔχει τὸ κινούμενον βάρος
πρὸς τὴν κινοῦσαν δύναμιν, ὡς ἑξῆς δειχθήσεται.
Ἦν δὲ δευτέρα δύναμις ἡ διὰ τοῦ μοχλοῦ [καὶ τάχα ἡ
προεπίνοια τῆς περὶ τὰ ὑπεράγαν βάρη κινήσεωσ]· προελό-
μενοι γάρ τινες μεγάλα βάρη κινεῖν, ἐπειδὴ ἀπὸ τῆς γῆς ἔδει
πρῶτον μετεωρίσαι, λαβὰς δὲ οὐκ εἶχον διὰ τὸ πάντα τὰ
μέρη τῆς ἕδρας τοῦ φορτίου ἐπικεῖσθαι τῷ ἐδάφει, ὑπο-
ρύξαντες βραχὺ καὶ ξύλου μακροῦ τὸ ἄκρον ὑποβαλόντες
ὑπὸ τὸ φορτίον κατῆγον ἐκ τοῦ ἑτέρου ἄκρου, ὑποθέντες
τῷ ξύλῳ παρ' αὐτὸ τὸ φορτίον λίθον, ὃ δὴ καλεῖται ὑπο-
μόχλιον.
φανείσης δ' αὐτοῖς τῆς κινήσεως πάνυ εὐκόπου
ἐνόησαν ὅτι δυνατὸν κινεῖσθαι μεγάλα βάρη διὰ τοῦ τρόπου
τούτου.
καλεῖται δὲ τὸ ξύλον μοχλός, εἴτε τετράγωνον εἴη
εἴτε στρογγύλον.
ὅσῳ δ' ἂν ἐγγυτέρω τιθῆται τοῦ φορτίου
τὸ ὑπομόχλιον, τοσούτῳ εὐχερέστερον κινεῖται τὸ βάρος,
ὡς ἑξῆς δειχθήσεται.
Ἔστιν δὲ ἡ τρίτη δύναμις ἡ κατὰ τὸ πολύσπαστον.
ὅταν γὰρ βουλώμεθά τι βάρος ἕλκειν, ἐξάψαντες ὅπλον

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index