1
τότε πληρωθήσεται τὸ ΑΒ ἀγγεῖον. ἐγχέωμεν οὖν
καὶ εἰς τὴν ΜΝΞΟ βάσιν καὶ εἰς τὸν ΠΡ κρατῆρα
τὸν οἶνον, ὥστε πλήρη εἶναι τὸν ΠΡ κρατῆρα καὶ τὴν
ΜΝΞΟ βάσιν πεπληρῶσθαι ἄχρι τοῦ Θ στομίου τοῦ
σωλῆνος. τούτου δὲ γενομένου καὶ φραγέντος τοῦ Ε,
οὐ [2ῥεύσει]2 διὰ τοῦ ΚΛ σωλῆνος ὁ ἐν τῷ ΑΒ ἀγγείῳ
οἶνος διὰ τὸ μὴ ἔχειν εἰς τὸν κενούμενον τόπον ἀέρα
ἀντικαταστῆναι ἄλλον· ἦν γὰρ αὐτῷ ἡ εἴσκρισις διὰ
τοῦ Ε στομίου. ὅταν οὖν ἀπαρυσώμεθα ἐκ τοῦ κρατῆ
ρος οἶνον, ἀναστομωθήσεται τὸ Θ στόμιον, καὶ παρ
είσδυσιν λαβόντος τοῦ ἀέρος πάλιν ῥεύσει ὁ οἶνος
εἴς τε τὴν βάσιν καὶ τὸν ΠΡ κρατῆρα, ἄχρις ἂν πλή
ρης γένηται. καὶ τοῦτο ἔσται, ὁσάκις ἐὰν ἀρυσώ
μεθα ἐκ τοῦ κρατῆρος οἶνον. δεήσει δὲ καὶ τὴν
ΜΝΞΟ βάσιν τετρῆσθαι τρηματίῳ τῷ Υ πρὸς τὸ
τὸν ἀντικαταλλασσόμενον ἀέρα εἰς τὸ ΑΒ ἀγγεῖον διὰ
τοῦ Η στομίου εἰσχωρεῖν καὶ διὰ τοῦ Υ τρήματος.