Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

Page concordance

< >
Scan Original
51
52
53
54
55
56
57
58
< >
page |< < of 58 > >|
1132δὲ οὔτε σκυτάλαις οὔτε σανίσι χρῶνται, ἀλλὰ τροχοὺς να-
στοὺς προσθέντες ταῖς χελώναις ἄγουσιν.
λβ#. Ἐπὶ δὲ τῶν εἰς ὕψος βασταζομένων φορτίων, φησίν,
μηχαναὶ γίνονται αἱ μὲν μονόκωλοι, αἱ δὲ δίκωλοι, αἱ δὲ
τρίκωλοι, αἱ δὲ τετράκωλοι.
αἱ μὲν οὖν μονόκωλοι οὕτως·
ξύλον εὔτονον λαμβάνεται ὕψος ἔχον μεῖζον ἢ οὗ βουλό-
μεθα τὸ φορτίον μετεωρίσαι, κἂν μὲν αὐτὸ καθ' αὑτὸ
ἰσχυρὸν ᾖ, ὅπλον βάλλοντες περὶ αὐτὸ [καὶ σφίγγοντεσ]
καὶ διαμηρυόμενοι κατὰ ἐπείλησιν ἀποσφίγγουσιν.
τῶν δὲ
ἐπειλήσεων τὸ μεταξὺ διάστημα οὐ πλεῖον γίνεται παλαι-
στῶν δ#, καὶ οὕτως εὐτονώτερόν τε γίνεται τὸ ξύλον καὶ
αἱ τοῦ ὅπλου ἐπειλήσεις ὥσπερ βαθμοὶ τοῖς ἐργαζομένοις
καὶ βουλομένοις εἰς τὸ ἄνω μετεωρίζεσθαι εὔχρηστοι γίνον-
ται.
ἐὰν δὲ μὴ ᾖ εὔτονον τὸ ξύλον, ἐκ πλειόνων συμβλη-
τὸν γίνεται.
[στοχάζεσθαι δεῖ τῶν μελλόντων βαστάζεσθαι
φορτίων, ὅπως μὴ ἀσθενέστερον τὸ κῶλον ὑπάρχῃ.]
ἵστα-
ται οὖν τὸ κῶλον ὀρθὸν ἐπί τινος ξύλου καὶ ἐκ τοῦ ἄκρου
αὐτοῦ ὅπλα ἐκδέννυται τρία που ἢ τέσσαρα καὶ ἀποτε-
θέντα ἀποδίδοται πρός τινα μένοντα χωρία, ὅπως τὸ ξύ-
λον, ὅπου ἄν τις βιάζηται, μὴ παραχωρῇ κατεχόμενον ὑπὸ
τῶν ἀποτεταμένων ὅπλων.
ἐκ δὲ τοῦ ἄνω μέρους αὐτοῦ
πολύσπαστα ἐξάψαντες καὶ ἀποδιδόντες εἰς τὸ φορτίον
ἐπισπῶνται ἤτοι ἀπὸ χειρὸς ἢ εἰς ἐργάτας ἀποδόντες, εἰς
ὅταν μετεωρισθῇ τὸ φορτίον.
κἂν δέῃ τὸν λίθον ἐκτεθῆ-
ναι ἐπὶ τεῖχος ἢ ὅπου βούλεταί τις, ἐκλύσαντες ἓν τῶν

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index