Baif, Lazare de, De re navali commentarius, 1537

Table of figures

< >
< >
page |< < of 166 > >|
1πρὸς ἑβδομήκοντα. τῶν δὲ τοῦ φιλίππου μακεδόνες μὲν εἰς τρισχι­
λίους, τῶν δὲ πληρωμάτων εἰς ἑξακισχιλίους. ἑάλωσαν δὲ ζω­
γρίᾳ τῶν μὲν συμμάχων καὶ μακεδόνων εἰς δισχιλίους, τῶν δ'
αἰγυπτίων εἰς ἑπτακοσίους.
καὶ τὸ μὲν τέλος τῆς περὶ χίον ναυ­
μαχίας, μαχίας τοιοῦτον συνέβη γενέσθαι.
τῆς δὲ νίκης ὁ φίλιππος ἀντε­
ποιεῖτο κατὰ δύο προφάσεις, κατὰ μίαν μέν, ᾗ τὸν ἄτταλον εἰς
τὴν γῆν ἐκβαλὼν ἐγκρατὴς τῆς νεὼς ἐγεγόνει, καθ' ἑτέραν δ', ᾗ κα­
θορμισθεὶς ἐπὶ τὸ καλούμενον ἄργεννον ἐδόκει πεποιῆσθαι τὸνὅρ­
μον ἐπὶ τῶν ναυαγίω.
ἀκόλουθα δὲ τούτοις ἔπραττε καὶ κατὰ τὴν
ἑξῆς ἡμέραν συνάγων τὰ ναυάγια, καὶ τῶν νεκρῶν ποιούμενοσ
ἀναίρεσιν τῶν ἐπιγινωσκομένων, χάριν τοῦ συναύξειν τὴν προειρη-
μένην φαντασίαν. ὅτι γὰρ οὐδ' αὐτὸς ἐπέπειστο νικᾶν, ἐξήλεγξαν
αὐτὸν οἵ τε ῥόδιοι καὶ διονυσό- δωρος μετ' ὀλίγον· κατὰ γὰρ τὴν ἐπι
οῦσαν ἡμέραν ἔτι περὶ ταῦτα γινομένου τοῦ βασιλέως διαπεμψά
μενοι πρὸς ἀλλήλους ἐπέπλευσαν αὐτῷ, καὶ στή- σαντες ἐν μετώπῳ τὰς
ναῦς, οὐδενὸς ἐπ' αὐτοὺς ἀνταναγομένου πάλιν ἀπέπλευσαν εἰς τὴν
χίον.
ὁ δὲ φίλιππος, οὐδέποτε τοσούτους ἄνδρας ἀπολω- λεκὼς οὔ-
τε κατὰ θάλατταν ἑνὶ καιρῷ, βαρέως μὲν ἔφερε τὸ γεγονὸς καὶ τὸ
πολὺ τῆς ὁρμῆς αὐτοῦ παρῄρητο.
πρὸς μέντοι γε τοὺς ἐκτὸς ἐπειρᾶ­
το κατὰ πάντα τρόπον ἐπικρύπτεσθαι τὴν αὑτοῦ διάληψιν, καί­
περ οὐκ ἐώντων αὐτῶν τῶν πραγμάτων.
χωρὶς γὰρ τῶν ἄλλων καὶ
τὰ μετὰ τὴν μάχην συμβαίνοντα πάντας ἐξέπληττε τοὺς θεω-μέ­
νους.
γενομένης γὰρ τοσαύτης φθορᾶς ἀνθρώπων. παρ' αὐτὸν μὲν τὸν
καιρὸν πᾶς ὁ πόρος ἐπληρώθη νεκρῶν, αἵματος, ὅπλων, ναυα­
γίων.
ταῖς δ' ἑξῆς ἡμέραις τοὺς αἰγιαλοὺς ἦν ἰδεῖν φύρδην σε­
σωρευ- μένους ἀναμὶξ πάντων τῶν προειρημένων.
ἐξ ὧν οὐ μόνον αὐ
τός, ἀλλὰ καὶ πάντες οἱ μακεδόνες εἰς διατροπὴν ἐνέπιπτον οὐ τὴν
τυχούσαν.
θεοφιλίσκος δὲ μίαν ἡμέραν ἐπιβιώσας, καὶ τῇ πατρί­
δι γράψας ὑπὲρ τῶν κατὰ τὴν ναυμαχίαν, καὶ κλεωναῖον ἡγε-

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index