Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
61
61
62
62
63
63
64
64
65
65
66
66
67
67
68
68
69
69
70
70
< >
page |< < of 167 > >|
1
εἴρηται
ἐν τῷ ἀναπυτίζοντι ὕδωρ ἀγγείῳ διὰ τοῦ
πεπιλημένου
εἰς αὐτὸ ἀέρος.
ἐὰν οὖν αἱ εἰρημέναι
πυξίδες
σὺν τῇ πρὸς αὐτὰς κατασκευῇ ἐμβληθῶσιν εἰς
ὕδατος
ἀγγεῖον τὸ #22Ζ #22Η #22Θ Μ;;6 καὶ κηλωνεύηται #5 #22Α
κανὼν
ἐκ τῶν ἄκρων αὐτοῦ τῶν #5, #22Α ἐναλλὰξ κινου­
μένων
περὶ τὴν #22Δ περόνην, οἱ ἐμβολεῖς καθιέμενοι
ἐκθλίψουσι
διὰ τοῦ #22Ε #22#2 σωλῆνος καὶ τοῦ Μ;;6 ἐπι­
στρεπτοῦ
στομίου τὸ ὑγρόν· γὰρ ΜΝ ἐμβολεὺς
ἀνασειόμενος
μὲν ἀνοίγει τὸ Τ τρῆμα ἐπαιρομένου τοῦ
ΧΨ
τυμπανίου, ἀποκλείει δὲ τὸ Ρ ἀσσάριον· καθιέ­
μενος
δὲ τὸ μὲν Τ ἀποκλείει, τὸ δὲ Ρ ἀνοίγει, δι' οὗ
καὶ
τὸ ὕδωρ ἐκθλιβόμενον ἀναπιέζεται· τὰ δὲ αὐτὰ
συμβαίνει
καὶ περὶ τὸν ΚΛ ἐμβολέα.
τὸ μὲν οὖν Μ;;6
σωληνάριον
ἀνανεῦον καὶ ἐπινεῦον τὸν ἐκπιτυσμὸν
πρὸς
τὸ δοθὲν ὕψος ποιεῖται, οὐκέτι μέντοι πρὸς τὴν
δοθεῖσαν
ἐπιστροφήν, εἰ μὴ ὅλον τὸ ὄργανον ἐπιστρέ­
φεται·
τοῦτο δὲ βραδὺ καὶ μοχθηρὸν πρὸς τὰς κατ­
επειγούσας
χρείας ὑπάρχει.
ἵν' οὖν εὐκόπως εἰς τὸν
δοθέντα
τόπον ἐκπιτύζηται τὸ ὑγρόν, ποιήσωμεν τὸν
#22Ε #22#2 σωλῆνα σύνθετον κατὰ τὸ μῆκος ἐκ δύο συνεσμη­
ρισμένων
ἀλλήλοις, ὧν μὲν εἷς συμφυὴς ἔστω τῷ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index