Heron Alexandrinus, Pneumatica, 1899

Page concordance

< >
< >
page |< < of 167 > >|
1
Ἀγγείου ὄντος ἑνός, ἐμβαλεῖν διὰ τοῦ στόματος
αὐτοῦ
οἴνων πλείονα γένη καὶ διὰ τοῦ αὐτοῦ κρουνοῦ
λαμβάνειν
ἕκαστον αὐτῶν, ἐάν τις προαιρῆται, ὥστε
πλειόνων
ἐμβαλόντων τοὺς οἴνους ἕκαστον τὸν ἴδιον
δέξασθαι
κατὰ μέρος, ὅσος ἐὰν ἀφ' ἑκάστου ἐμ­
βληθείς
.
Ἔστω ἀγγεῖον στεγνὸν τὸ ΑΒΓΔ διαπεφραγμένον
τὸν
τράχηλον τῷ ΕΖ διαφράγματι· διαπεφράχθω δὲ
καὶ
τὸ ὅλον ἀγγεῖον εἰς χώρας τοσαύτας, ὅσους βουλό­
μεθα
καὶ τοὺς οἴνους εἶναι· καὶ ἔστω διαφράγματα
τὰ
ΗΘ, ΚΛ, ὥστε γίνεσθαι χώρας τρεῖς τὰς Μ, Ν, Ξ,
εἰς
ἃς ἐμβληθήσεται οἶνος.
τετρήσθω δὲ τὸ ΕΖ
διάφραγμα
καθ' ἑκάστην χώραν λεπτοῖς τρυπηματίοις·
καὶ
ἔστω τὰ τρυπημάτια τὰ Ο, Π, Ρ· ἐκ δὲ τῶν
Ο
, Π, Ρ τρυπηματίων σωληνάρια ἀνατεινέτω τὰ ΠΣ,
ΟΤ
, ΡΥ εἰς τὸν τράχηλον τοῦ ἀγγείου συντετρημένα
αὐτῷ·
παρὰ δὲ ἕκαστον σωληνάριον τρυπημάτια ἔστω
λεπτὰ
ἐν τῷ ΕΖ διαφράγματι ἠθμοειδῆ, δι' ὧν τὸ
ὑγρὸν
εἰς τὰς χώρας χωρήσει.
ὅταν οὖν βουλώμεθα

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index