Aristotle, Problemata Mechanika, 1831

Table of figures

< >
[Figure 1]
[Figure 2]
[Figure 3]
[Figure 4]
[Figure 5]
[Figure 6]
[Figure 7]
[Figure 8]
[Figure 9]
[Figure 10]
[Figure 11]
[Figure 12]
[Figure 13]
[Figure 14]
[Figure 15]
[Figure 16]
[Figure 17]
[Figure 18]
[Figure 19]
[Figure 20]
[Figure 21]
[Figure 22]
[Figure 23]
[Figure 24]
[Figure 25]
[Figure 26]
[Figure 27]
[Figure 28]
[Figure 29]
< >
page |< < of 24 > >|
850b
οὖν τὸ κινούμενον βάρος πρὸς τὸ κινοῦν, τὸ μῆκος πρὸς τὸ μῆκος
ἀντιπέπονθεν.
αἰεὶ δὲ ὅσῳ ἂν μεῖζον ἀφεστήκῃ τοῦ ὑπομοχλίου,
ῥᾷον κινήσει.
αἰτία δέ ἐστιν ἡ προλεχθεῖσα, ὅτι ἡ
πλεῖον ἀπέχουσα ἐκ τοῦ κέντρου μείζονα κύκλον γράφει.
ὥστε
ἀπὸ τῆς αὐτῆς ἰσχύος πλέον μεταστήσεται τὸ κινοῦν τὸ
πλεῖον τοῦ ὑπομοχλίου ἀπέχον.
ἔστω μοχλὸς ἐφ' οὗ ΑΒ,
βάρος δὲ ἐφ' ᾧ τὸ Γ, τὸ δὲ κινοῦν ἐφ' ᾧ τὸ Δ, ὑπομόχλιον
ἐφ' ᾧ τὸ Ε,
τὸ δὲ ἐφ' ᾧ τὸ Δ κινῆσαν ἐφ' ᾧ τὸ Η, κινούμενον
δὲ τὸ ἐφ' οὗ Γ, βάρος ἐφ' οὗ Κ.
7[Figure 7]

Διὰ τί οἱ μεσόνεοι μάλιστα τὴν ναῦν κινοῦσιν;
ἢ διότι
ἡ κώπη μοχλός ἐστιν; ὑπομόχλιον μὲν γὰρ ὁ σκαλμὸς γίνεται
[1μένει γὰρ δὴ τοῦτο]1, τὸ δὲ βάρος ἡ θάλαττα, ἣν
ἀπωθεῖ ἡ κώπη· ὁ δὲ κινῶν τὸν μοχλὸν ὁ ναύτης ἐστίν.

ἀεὶ δὲ πλέον βάρος κινεῖ, ὅσῳ ἂν πλέον ἀφεστήκῃ τοῦ ὑπομοχλίου
ὁ κινῶν τὸ βάρος·
μείζων γὰρ οὕτω γίνεται ἡ ἐκ
τοῦ κέντρου, ὁ δὲ σκαλμὸς ὑπομόχλιον ὢν κέντρον ἐστίν.
ἐν
μέσῃ δὲ τῇ νηὶ̈ πλεῖστον τῆς κώπης ἐντός ἐστιν· καὶ γὰρ ἡ
ναῦς ταύτῃ εὐρυτάτη ἐστίν, ὥστε πλεῖον ἐπ' ἀμφότερα ἐνδέχεσθαι
μέρος τῆς κώπης ἑκατέρου τοίχου ἐντὸς εἶναι τῆς
νεώς.
κινεῖται μὲν οὖν ἡ ναῦς διὰ τὸ ἀπερειδομένης τῆς κώπης
εἰς τὴν θάλασσαν τὸ ἄκρον τῆς κώπης τὸ ἐντὸς προϊέναι
εἰς τὸ πρόσθεν,
τὴν δὲ ναῦν προσδεδεμένην τῷ σκαλμῷ συμπροϊέναι,
ᾗ τὸ ἄκρον τῆς κώπης.
ᾗ γὰρ πλείστην θάλασσαν
διαιρεῖ ἡ κώπη, ταύτῃ ἀνάγκη μάλιστα προωθεῖσθαι· πλείστην
δὲ διαιρεῖ ᾗ πλεῖστον μέρος ἀπὸ τοῦ σκαλμοῦ τῆς κώπης
ἐστίν.
διὰ τοῦτο οἱ μεσόνεοι μάλιστα κινοῦσιν· μέγιστον γὰρ
ἐν μέσῃ νηὶ̈ τὸ ἀπὸ τοῦ σκαλμοῦ τῆς κώπης τὸ ἐντός ἐστιν.

Διὰ τί τὸ πηδάλιον μικρὸν ὄν, καὶ ἐπ' ἐσχάτῳ τῷ
πλοίῳ, τοσαύτην δύναμιν ἔχει ὥστε ὑπὸ μικροῦ οἴακος καὶ
ἑνὸς ἀνθρώπου δυνάμεως, καὶ ταύτης ἠρεμαίας, μεγάλα κινεῖσθαι
μεγέθη πλοίων;
ἢ διότι καὶ τὸ πηδάλιόν ἐστι μοχλός,
καὶ μοχλεύει ὁ κυβερνήτης. ᾗ μὲν οὖν προσήρμοσται
τῷ πλοίῳ, γίνεται ὑπομόχλιον, τὸ δὲ ὅλον πηδάλιον ὁ
μοχλός, τὸ δὲ βάρος ἡ θάλασσα, ὁ δὲ κυβερνήτης ὁ κινῶν.

οὐ κατὰ πλάτος δὲ λαμβάνει τὴν θάλασσαν, ὥσπερ ἡ κώπη,
τὸ πηδάλιον. οὐ γὰρ εἰς τὸ πρόσθεν κινεῖ τὸ πλοῖον, ἀλλὰ
κινούμενον κλίνει, πλαγίως τὴν θάλατταν δεχόμενον.
ἐπεὶ
γὰρ τὸ βάρος ἦν ἡ θάλασσα, τοὐναντίον ἀπερειδόμενον κλίνει
τὸ πλοῖον. τὸ γὰρ ὑπομόχλιον εἰς τοὐναντίον στρέφεται,

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index