Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899

Page concordance

< >
Scan Original
11
12
13
14
15
16
17
18
19
20
21
22
23
< >
page |< < of 23 > >|
1
ὑπὲρ
δὲ τὸν κοχλίαν κανόνα διατιθέντες παράλληλον
αὐτῷ
σωλῆνα ἔχοντα μέσον ἐν τῇ ἄνω ἐπιφανείᾳ ἐναρ­
μόζουσιν
εἰς τοῦτον τὸν σωλῆνα τὸν εἰρημένον τύλον,
ὥστε
τὸ μὲν ἕτερον ἄκρον τοῦ τύλου ἐν μὲν τῷ
[2τοῦ]2 κοχλίου σωλῆνι, τὸ δὲ ἕτερον ἐν τῷ εἰρημένῳ
ἑτέρῳ
σωλῆνι τῷ ἐν τῷ κανόνι.
ὅταν οὖν βούλωνται
φορτίον
κινεῖν διὰ τούτου τοῦ ὀργάνου, ὅπλον λα­
βόντες
τούτου τὴν μὲν μίαν ἀρχὴν ἐξάπτουσιν ἐκ τοῦ
φορτίου
, τὴν δὲ ἑτέραν ἐκ τοῦ προειρημένου τύλου
καὶ
τρημάτων ὄντων τῇ κεφαλῇ τοῦ κοχλίου σκυτάλας
ἐμβαλόντες
κατάγουσιν, καὶ οὕτως ὑπὸ τῆς ἕλικος
τύλος
παραγόμενος ἐν τῷ σωλῆνι ἐπισπᾶται τὸ ὅπλον
δι
' οὗ καὶ τὸ φορτίον.
ἔξεστιν δὲ ἀντὶ τῶν σκυταλῶν
χειρολάβην
τινὰ περιθεῖναι τῷ ἄκρῳ τοῦ κοχλίου
ὑπερέχοντι
εἰς τὸ ἐκτὸς τοῦ διαπήγματος καὶ οὕτως
στρέφοντα
τὸν κοχλίαν ἐπισπᾶσθαι τὸ φορτίον.
δ'
ἐν
τῷ κοχλίᾳ ἕλιξ ὁτὲ μὲν τετράγωνος γίνεται, ὁτὲ δὲ
φακοειδής
, τετράγωνος μέν, ὅταν ἐν αὐτῷ σωλὴν
ὀρθὰς
ἔχῃ τὰς ἐντομάς, φακοειδὴς δέ, ὅταν λοξὰς καὶ
εἰς
μίαν συναγομένας γραμμήν.
καλεῖται δὲ μὲν
τετράγωνος
, δὲ φακωτός.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index