Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899

Page concordance

< >
Scan Original
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
< >
page |< < of 23 > >|
1
δεῖ
τῶν μελλόντων βαστάζεσθαι φορτίων, ὅπως μὴ
ἀσθενέστερον
τὸ κῶλον ὑπάρχῃ.
ἵσταται οὖν τὸ κῶ­
λον
ὀρθὸν ἐπί τινος ξύλου, καὶ ἐκ τοῦ ἄκρου αὐτοῦ
ὅπλα
ἐκδέννυται τρία που τέσσαρα καὶ ἀποταθέντα
ἀποδίδοται
πρός τινα μένοντα χωρία, ὅπως τὸ ξύλον,
ὅπου
ἄν τις βιάζηται, μὴ παραχωρῇ κατεχόμενον ὑπὸ
τῶν
ἀποτεταμένων ὅπλων.
ἐκ δὲ τοῦ ἄνω μέρους
αὐτοῦ
πολύσπαστα ἐξάψαντες καὶ ἀποδιδόντες εἰς τὸ
φορτίον
ἐπισπῶνται ἤτοι ἀπὸ χειρὸς εἰς ἐργάτας
ἀποδόντες
, %εἰς ὅταν μετεωρισθῇ τὸ φορτίον.
κἂν δέῃ
τὸν
λίθον ἐκτεθῆναι ἐπὶ τεῖχος ὅπου βούλεταί
τις
, ἐκλύσαντες ἓν τῶν ἐκδεννυμένων ἐκ τοῦ ἄκρου
ὅπλων
τὸ ἐπὶ τὰ ἕτερα μέρη τοῦ φορτίου κείμενον
ἐγκλίνουσιν
τὸ κῶλον καὶ τὰς σκυτάλας ὑποβάλλοντες
ὑπὸ
τὸ φορτίον ἐν τοῖς μέρεσιν, ἐν οἷς σφενδόνη
ἐν
τῷ λίθῳ οὐκ ἐπείληται, χαλῶσι τὰ ἀγόμενα τῶν
πολυσπάστων
, ἄχρι ἂν ἐπικαθίσῃ τὸ φορτίον ταῖς σκυ­
τάλαις
, εἶτ' ἐκλύσαντες τὴν σφενδόνην μοχλεύουσι τὸ
φορτίον
, ἄχρι οὗ εἰς ὃν βούλονται τόπον παράξωσιν.
εἶτα πάλιν τὸ ὑποκείμενον τῷ κώλῳ ξύλον ὅπλῳ ἐπι­
σπασάμενοι
ἀπὸ χειρὸς περιάγουσιν ἐπὶ ἕτερον μέρος
τοῦ
οἰκοδομήματος ἅμα ἀνιέντες τοὺς ἀποτόμους, καὶ
πάλιν
ἐκδήσαντες χρῶνται, ὡς προείρηται.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index