Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 23 > >|
1
ὑποκειμένους
ταῖς χοινικίσι.
καλεῖται δὲ τὸ εἰρη­
μένον
ξύλον ἄξων.
περὶ δὲ μέσον τὸν ἄξονα περι­
τίθεται
τύμπανον ἔχον τρῆμα τετράγωνον ἁρμοστὸν
τῷ
ἄξονι, ὥστε ἅμα στρέφεσθαι τόν τε ἄξονα καὶ τὸ
περιτρόχιον
.
μὲν οὖν κατασκευὴ δεδήλωται, χρεία δ' ἐστὶν
μέλλουσα λέγεσθαι.
ὅταν γὰρ βουλώμεθα μεγάλα
βάρη
κινεῖν ἐλάσσονι βίᾳ, τὰ ἐκδεδεμένα ἐκ τοῦ βά­
ρους
ὅπλα περιθέντες περὶ τὰ σεσιμωμένα τοῦ ἄξονος
καὶ
ἐμβαλόντες σκυτάλας εἰς τὰ ἐν τῷ περιτροχίῳ
τρήματα
, ἐπιστρέφομεν τὸ περιτρόχιον κατάγοντες τὰς
σκυτάλας
, καὶ οὕτως εὐκόπως κινηθήσεται τὸ βάρος
ὑπὸ
ἐλάσσονος δυνάμεως τῶν ὅπλων περὶ τὸν ἄξονα
ἐπειλουμένων
καὶ διαμηρυομένων ὑπό τινος πρὸς
τὸ
μὴ ἅπαν τὸ ὅπλον περικεῖσθαι τῷ ἄξονι.
τοῦ δὲ
εἰρημένου
ὀργάνου τὸ μὲν μέγεθος ἁρμόζεσθαι δεῖ
πρὸς
τὰ μέλλοντα κινεῖσθαι βάρη, τὴν δὲ συμμετρίαν
πρὸς
τὸν λόγον ὃν ἔχει τὸ κινούμενον βάρος πρὸς
τὴν
κινοῦσαν δύναμιν, ὡς ἑξῆς δειχθήσεται.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index