Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899

List of thumbnails

< >
21
21
22
22
23
23
< >
page |< < of 23 > >|
1
Τὰ μὲν οὖν προειρημένα ὄργανα φανερὰς καὶ
αὐτοτελεῖς
ἔχει τὰς κατασκευὰς πολλαχοῦ ἐν ταῖς
χρείαις
φαινομένας, δὲ κοχλίας ἔχει τι περίεργον
περί
τε τὴν κατασκευὴν καὶ τὴν χρῆσιν.
ὁτὲ μὲν
[οὖν] γὰρ αὐτὸς καθ' αὑτὸν μόνος ἐνεργεῖ, ὁτὲ δὲ
καὶ
προσλαμβάνων ἔτι δύναμιν, πλὴν ὅτι οὐδὲν ἕτε­
ρόν
ἐστιν σφὴν εἰλημένος, ἀπολειπόμενος τῆς πληγῆς,
διὰ
μοχλοῦ δὲ καὶ τὴν κίνησιν ποιούμενος.
τοῦτο δ'
ἔσται
δῆλον ἐκ τῶν μελλόντων λέγεσθαι.
φύσις μὲν
οὖν
ὑπάρχει τῆς περὶ αὐτὸν πραγματείας τοιαύτη.
ἐὰν
κυλίνδρου
πλευρὰ φέρηται κατὰ τῆς τοῦ κυλίνδρου
ἐπιφανείας
, πρὸς δὲ τῷ πέρατι ταύτης σημεῖόν τι ἅμα
κατὰ
αὐτῆς τῆς πλευρᾶς φέρηται, καὶ ἐν τῷ αὐτῷ
χρόνῳ
τε πλευρὰ μίαν ἀποκατάστασιν ποιήσηται καὶ
τὸ
σημεῖον τὸ πᾶν τῆς πλευρᾶς διεξέλθῃ, γενομένη
ὑπὸ
τοῦ σημείου ἐν τῇ κυλινδρικῇ ἐπιφανείᾳ γραμμὴ
ἕλιξ
ἐστίν, ἣν δὴ κοχλίαν καλοῦσιν.
καταγράφεται δὲ
ἐν
τῷ κυλίνδρῳ οὕτως· ἐὰν ἐν ἐπιπέδῳ δύο εὐθείας
ἐκθώμεθα
ὀρθὰς ἀλλήλαις, ὧν μὲν μία ἴση ἐστὶν
τῇ
τοῦ εἰρημένου κυλίνδρου πλευρᾷ, δὲ ἑτέρα τῇ
τοῦ
κύκλου περιφερείᾳ, ὅς ἐστιν βάσις τοῦ κυλίνδρου,
καὶ
ἐπὶ τὰ πέρατα τῶν εἰρημένων εὐθειῶν ἐπιζεύξωμεν
εὐθεῖαν
ὑποτείνουσαν τὴν ὀρθὴν γωνίαν, τεθῇ δὲ
ἴση
τῇ τοῦ κυλίνδρου πλευρᾷ ἐπὶ τὴν τοῦ κυλίνδρου
πλευράν
, δὲ ἑτέρα τῶν περὶ τὴν ὀρθὴν ἐπειληθῇ
κατὰ
τῆς τοῦ κύκλου περιφερείας, εἰληθήσεται καὶ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index