Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 58 > >|
1024χαλκευτικῆς καὶ οἰκοδομικῆς καὶ τεκτονικῆς καὶ ζωγραφικῆς
καὶ τῆς ἐν τούτοις κατὰ χεῖρα ἀσκήσεως· τὸν μὲν οὖν ἐν
ταῖς προειρημέναις ἐπιστήμαις ἐκ παιδὸς γενόμενον κἀν
ταῖς προειρημέναις τέχναις ἕξιν εἰληφότα πρὸς δὲ τού-
τοις φύσιν εὐκίνητον ἔχοντα, κράτιστον ἔσεσθαι μηχανι-
κῶν ἔργων εὑρετὴν καὶ ἀρχιτέκτονά φασιν.
μὴ δυνατοῦ δ'
ὄντος τὸν αὐτὸν μαθημάτων τε τοσούτων περιγενέ-
σθαι καὶ μαθεῖν ἅμα τὰς προειρημένας τέχνας παραγγέλ-
λουσι τῷ τὰ μηχανικὰ ἔργα μεταχειρίζεσθαι βουλομένῳ
χρῆσθαι ταῖς οἰκείαις τέχναις ὑποχειρίοις ἐν ταῖς παρ'
ἕκαστα χρείαις.
Μάλιστα δὲ πάντων ἀναγκαιόταται τέχναι τυγχάνουσιν
πρὸς τὴν τοῦ βίου χρείαν [μηχανικὴ προηγουμένη τῆς ἀρχιτεκ-
τονικῆσ] ἥ τε τῶν μαγγαναρίων, μηχανικῶν καὶ αὐτῶν κατὰ
τοὺς ἀρχαίους λεγομένων [1μεγάλα γὰρ οὗτοι βάρη διὰ μηχα-
νῶν παρὰ φύσιν εἰς ὕψος ἀνάγουσιν ἐλάττονι δυνάμει κι-
νοῦντεσ]1, καὶ ἡ τῶν ὀργανοποιῶν τῶν πρὸς τὸν πόλεμον
ἀναγκαίων, καλουμένων δὲ καὶ αὐτῶν μηχανικῶν [1βέλη γὰρ
καὶ λίθινα καὶ σιδηρᾶ καὶ τὰ παραπλήσια τούτοις ἐξαπο-
στέλλεται εἰς μακρὸν ὁδοῦ μῆκος τοῖς ὑπ' αὐτῶν γινομένοις
ὀργάνοις καταπαλτικοῖσ]1, πρὸς δὲ ταύταις ἡ τῶν ἰδίως
πάλιν καλουμένων μηχανοποιῶν [1ἐκ βάθους γὰρ πολλοῦ
ὕδωρ εὐκολώτερον ἀνάγεται διὰ τῶν ἀντληματικῶν ὀργά-
νων ὧν αὐτοὶ κατασκευάζουσιν]1.
καλοῦσι δὲ μηχανικοὺς
οἱ παλαιοὶ καὶ τοὺς θαυμασιουργοὺς, ὧν οἱ μὲν διὰ πνευ-
μάτων φιλοτεχνοῦσιν, ὡς Ἥρων πνευματικοῖς, οἱ δὲ διὰ νευ-
ρίων καὶ σπάρτων ἐμψύχων κινήσεις δοκοῦσι μιμεῖσθαι, ὡς
Ἥρων αὐτομάτοις καὶ ζυγίοις, ἄλλοι δὲ διὰ τῶν ἐφ' ὕδατος
ὀχουμένων, ὡς Ἀρχιμήδης ὀχουμένοις, ἢ τῶν δι' ὕδατος ὡρο-

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index