Aristotle, Problemata Mechanika, 1831

List of thumbnails

< >
1
1
2
2
3
3
4
4
5
5
6
6
7
7
8
8
9
9
10
10
< >
page |< < of 24 > >|
851a
θάλασσα δὲ ἐντός· ἐκεῖνο δὲ εἰς τὸ ἐκτός. τούτῳ δὲ ἀκολουθεῖ
τὸ
πλοῖον διὰ τὸ συνδεδέσθαι.
μὲν οὖν κώπη κατὰ
πλάτος
τὸ βάρος ὠθοῦσα καὶ ὑπ' ἐκείνου ἀντωθουμένη εἰς τὸ
εὐθὺ
προάγει· τὸ δὲ πηδάλιον, ὥσπερ κάθηται πλάγιον,
τὴν
εἰς τὸ πλάγιον, δεῦρο ἐκεῖ, ποιεῖ κίνησιν.
ἐπ' ἄκρου
δὲ
καὶ οὐκ ἐν μέσῳ κεῖται, ὅτι ῥᾷστον τὸ κινούμενον κινῆσαι
ἀπ
' ἄκρου κινοῦν.
τάχιστα γὰρ φέρεται τὸ πρῶτον μέρος
διὰ
τὸ ὥσπερ ἐν τοῖς φερομένοις ἐπὶ τέλει λήγειν τὴν φοράν,
οὕτω
καὶ τοῦ συνεχοῦς ἐπὶ τέλους ἀσθενεστάτη ἐστὶν φορά.
εἰ
δὲ ἀσθενεστάτη, ῥᾳδία ἐκκρούειν.
διά τε δὴ ταῦτα ἐν τῇ
πρύμνῃ
τὸ πηδάλιόν ἐστι, καὶ ὅτι ἐνταῦθα μικρᾶς κινήσεως
γενομένης
πολλῷ μεῖζον τὸ διάστημα ἐπὶ τῷ ἐσχάτῳ γίνεται,
διὰ
τὸ τὴν ἴσην γωνίαν ἐπὶ μείζονα καθῆσθαι, καὶ ὅσῳ
ἂν
μείζους ὦσιν αἱ περιέχουσαι.
δῆλον δὲ ἐκ τούτου καὶ δι' ἣν
αἰτίαν
μᾶλλον προέρχεται εἰς τοὐναντίον τὸ πλοῖον τῆς
κώπης
πλάτη· τὸ αὐτὸ γὰρ μέγεθος τῇ αὐτῇ ἰσχύϊ κινούμενον
ἐν
ἀέρι πλέον ἐν τῷ ὕδατι πρόεισιν.
ἔστω γὰρ Α
Β
κώπη, τὸ δὲ Γ σκαλμός, τὸ δὲ Α τὸ ἐν τῷ πλοίῳ,
ἀρχὴ
τῆς κώπης, τὸ δὲ Β τὸ ἐν τῇ θαλάττῃ.
εἰ δὴ τὸ Α
οὗ
τὸ Δ μετακεκίνηται, τὸ Β οὐκ ἔσται οὗ τὸ Ε· ἴση γὰρ Β
Ε
τῇ ΑΔ. ἴσον οὖν μετακεχωρηκὸς ἔσται.
ἀλλ' ἦν ἔλαττον.
ἔσται
δὴ οὗ τὸ Ζ τὸ Θ. ἄρα τοίνυν τὴν ΑΒ, καὶ οὐχ τὸ
Γ
, καὶ κάτωθεν. ἐλάττων γὰρ ΒΖ τῆς ΑΔ, ὥστε καὶ
ΘΖ τῆς ΔΘ· ὅμοια γὰρ τὰ τρίγωνα.
καθεστηκὸς δὲ
ἔσται
καὶ τὸ μέσον, τὸ ἐφ' οὗ Γ· εἰς τοὐναντίον γὰρ τῷ ἐν τῇ
θαλάττῃ
ἄκρῳ τῷ Β μεταχωρεῖ, ᾗπερ τὸ ἐν τῷ πλοίῳ
ἄκρον
τὸ Α
μὴ ἐχώρει οὗ τὸ Δ. ὥστε μετακινηθήσεται τὸ
πλοῖον
, καὶ ἐκεῖ οὗ ἀρχὴ τῆς κώπης μεταφέρεται.
8[Figure 8]9[Figure 9]τὸ δ'
αὐτὸ
καὶ τὸ πηδάλιον ποιεῖ, πλὴν ὅτι εἰς τὸ πρόσθεν οὐδὲν
συμβάλλεται
τῷ πλοίῳ, ὥσπερ ἐλέχθη ἐπὶ ἄνω, ἀλλὰ
μόνον
τὴν πρύμναν εἰς τὸ πλάγιον ἀπωθεῖ ἔνθα ἔνθα· εἰς
τοὐναντίον
γὰρ πρῷρα οὕτω νεύει.
μὲν δὴ τὸ πηδάλιον
προσέζευκται
, δεῖ οἷόν τι τοῦ κινουμένου μέσον νοεῖν, καὶ ὥσπερ
σκαλμὸς τῇ κώπῃ· τὸ δὲ μέσον ὑποχωρεῖ, οἴαξ μετακινεῖται.

ἐὰν
μὲν εἴσω ἄγῃ, καὶ πρύμνα δεῦρο μεθέστηκεν·
δὲ πρῷρα εἰς τοὐναντίον νεύει· ἐν γὰρ τῷ αὐτῷ
οὔσης
τῆς πρῴρας τὸ πλοῖον μεθέστηκεν ὅλον.
10[Figure 10]

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index