Διὰ τί ῥᾷον κινεῖται τὸ κινούμενον ἢ τὸ μένον, οἷον
τὰς ἁμάξας θᾶττον κινουμένας ὑπάγουσιν ἢ ἀρχομένας;
ἢ ὅτι χαλεπώτατον μὲν τὸ εἰς τοὐναντίον κινούμενον κινῆσαι
βάρος; ἀφαιρεῖται γάρ τι τῆς τοῦ κινοῦντος δυνάμεως, κἂν
πολὺ θᾶττον ᾖ· ἀνάγκη γὰρ βραδυτέραν γίνεσθαι τὴν ὦσιν
τοῦ ἀντωθουμένου.δεύτερον δέ, ἐὰν ἠρεμῇ· ἀντιτείνει γὰρ καὶ
τὸ ἠρεμοῦν.τὸ δὲ κινούμενον ἐπὶ τὸ αὐτὸ τῷ ὠθοῦντι ὅμοιον
ποιεῖ ὥσπερ ἂν εἰ αὐξήσειέ τις τὴν τοῦ κινοῦντος δύναμιν
καὶ ταχυτῆτα· ὃ γὰρ ὑπ' ἐκείνου ἂν ἔπασχε, τοῦτο αὐτὸ
ποιεῖ εἰς τὸ πρὸ ὁδοῦ κινούμενον.
Διὰ τί παύεται φερόμενα τὰ ῥιφέντα; πότερον ὅταν
λήγῃ ἡ ἰσχὺς ἡ ἀφεῖσα, ἢ διὰ τὸ ἀντισπᾶσθαι, ἢ διὰ
τὴν ῥοπήν, ἐὰν κρείττων ᾖ τῆς ἰσχύος τῆς ῥιψάσης; ἢ ἄτοπον
τὸ ταῦτ' ἀπορεῖν, ἀφέντα τὴν ἀρχήν.
Διὰ τί φέρεταί τι οὐ τὴν αὑτοῦ φοράν, μὴ ἀκολουθοῦντος
καὶ ὠθοῦντος τοῦ ἀφέντος; ἢ δῆλον ὅτι ἐποίησε τοιοῦτον
τὸ πρῶτον ὡς θάτερον ὠθεῖν, καὶ τοῦθ' ἕτερον· παύεται δέ,
ὅταν μηκέτι δύνηται ποιεῖν τὸ προωθοῦν τὸ φερόμενον ὥστε
ὠθεῖν, καὶ ὅταν τὸ τοῦ φερομένου βάρος ῥέπῃ μᾶλλον τῆς
εἰς τὸ πρόσθεν δυνάμεως τοῦ ὠθοῦντος.
Διὰ τί οὔτε τὰ ἐλάττονα οὔτε τὰ μεγάλα πόρρω φέρεται
ῥιπτούμενα, ἀλλὰ δεῖ συμμετρίαν τινὰ ἔχειν πρὸς
τὸν ῥιπτοῦντα; πότερον ὅτι ἀνάγκη τὸ ῥιπτούμενον καὶ
ὠθούμενον ἀντερείδειν ὅθεν ὠθεῖται; τὸ δὲ μηθὲν ὑπεῖκον διὰ
μέγεθος ἢ μηδὲν ἀντερεῖσαν δι' ἀσθένειαν οὐ ποιεῖ ῥῖψιν
οὐδὲ ὦσιν.τὸ μὲν οὖν πολὺ ὑπερβάλλον τῆς ἰσχύος τῆς
ὠθούσης οὐθὲν ὑπείκει, τὸ δὲ πολὺ ἀσθενέστερον οὐδὲν ἀνερείδει.
ἢ ὅτι τοσοῦτον φέρεται τὸ φερόμενον, ὅσον ἂν
ἀέρα κινήσῃ εἰς βάθος; τὸ δὲ μηδὲν κινούμενον οὐδ' ἂν
κινήσειεν οὐδέν. συμβαίνει δὴ ἀμφότερα τούτοις ἔχειν.