Baif, Lazare de, De re navali commentarius, 1537

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 166 > >|
1λυμήναιντο. καὶ ἕτεροι πρὸς τὸ ἀεὶ ὑγιὲς αὐτῆς μεθιστάμενοι ταῖς τεκαὶ
χερσὶ ταῖς σιδηραῖς καὶ τοῖς δόρασι τοῖς μακροῖς τότε δὴ καὶ τὰ
μάλιστα ἐχρῶντο.
ὅπως τινὰ ἀντίπαλον ναῦν προσαρτήσαντές σφι­
σι μάλιστα μὲν μετεκβῶσιν ἐς αὐτήν.
εἰ δὲ μή, καὶ ἐκείνην συγκαταε­
φλέξωσιν.
ὡς δ' οὔτε τινὲς ἐπέλαζόν σφισιν, αὐτὸ τοῦτο φυλασσό­
ενοι, καὶ τὸ πῦρ τούς τε τοίχους πέριξ ἐπενέμετο καὶ ἐς τὸ ἔδα­
φος κατῄει, ἐνταῦθα τὰ δεινότατα αὐτοῖς ἐπεγένετο.
οἱ μὲν γὰρ ὑπὸ
τοῦ καπνοῦ, καὶ μάλιστα οἱ ναῦται, πρὶν καὶ πλησιάσαι σφίσι
τὴν φλόγα, ἐφθείροντο.
οἱ δὲ καὶ ἐν αὐτῇ μέσῃ ὥσπερ ἐν καμίνοις
ὠπτῶντο.
ἄλλοι πρίν τι τοιοῦτο παθεῖν, ἢ καὶ ἡμίκαυτοι, οἱ μὲν ἀ­
πορριπτοῦντες τὰ ὅπλα ἐτιτρώσκοντο ὑπὸ τῶν πόρρωθεν βαλλόν­
των.
οἱ δὲ ἐς τὴν θάλασσαν ἐκπηδῶντες ἀπεπνίγοντο. ἢ καὶ παιό­
μενοι ὑπὸ τῶν ἐναντίων ἐβαπτίζοντο.
ἢ καὶ ὑπὸ θηρίων ἐσπαράτ­
τοντο.
μόνοι τε ἀνεκτῶς, ὡς ἐν τοιούτοις παθήμασιν, ἀπήλλαξαν ὅσοι
πρίν τινι αὐτῶν συνενεχθῆναι, οἱ μὲν ἀλλήλους οἱ δὲ καὶ αὑτοὺς
ἀπέκτειναν.
οὔτε γὰρ κολαστήριόν τι ὑπέμειναν. καὶ νεκροὶ, ὥσπερ ἐν
πυρᾷ ταῖς ναυσὶ συγκατεκαύθησαν.
ὁρῶντες δὲ ταῦτα οἱ καισά­
ρειοι πρότερον μέν, ὡς ἔτι ἀμύνεσθαί τινες αὐτῶν ἐδύναντο, οὐ
προσέμισγόν σφισιν.
ἐπεὶ δὲ τὰ σκάφη τὸ πῦρ σωνήρει, καὶ οἱ ἄν­
θρωποι οὐδὲ ἑαν τοῖς βοηθῆσαι, ἔτι μὴ ὅτι πολέμιόν τινα λυπῆσαί
τι ἐδύναντο. ουδῇ τι προσέπλεον αὐτοὶ, εἴπως τὰ χρήματα πέρι
ποιήσαιντο, καὶ κατασβεννῦναι τὸ πῦρ, ὅ αὐτοὶ παρεσκέναζον, ἐ­
πειρῶντο. καὶ τούτου συχνοὶ, καὶ ἐκείνων καὶ ὑπὸ τῆς φλογὸς, καὶ
ὑπὸ τῶν ἁρμάτων αὔταῖς τελέως ναυσὶ συναπώλοντο.
id eſt:
Cum igitur diutius nauali certamine, pari marte
decertarent, neutrí que ſuperiores adhuc eſſe poſ­
ſent, huiuſmodi proelij exitus ſubſecutus eſt.
Cleo­
patra, quæ à tergo pugnantium procul in ſalo erat,
longiorem non tulit & incertum rerum euentum.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index