Baif, Lazare de, De re navali commentarius, 1537
page |< < of 166 > >|
1ἐπὶ πολὺ τῆς ναυμαχίας οὔσης καὶ μηδετέρων ὑπερέχειν πῃ δυ­
ναμένων τέλος τοιόνδε τι ἐγένετο. ἡ κλεοπάτρα κατόπιν τῶν μα­
χομένων ἀποσαλεύουσα οὐκ ἤνεγκε τὴν πολλὴν καὶ ἄκριτον τοῦ
ἀδήλου μέλλησιν, ἀλλ' ἀποκναισθεῖσα, ἀπό τε τοῦ γυναικείου καὶ ἀπὸ
τε τοῦ αἰγυπτίου, τῇ τε ἐπὶ πολὺ μετεώρῳ ἀγω- νίᾳ καὶ τῇ ἀεὶ ἐφ'
ἑκάτερα περιδεεῖ προσδοκίᾳ αὐτή τε ἐς φυγὴν ἐξαπιναίως ὥρμη-
σε καὶ τοῖς ἄλλοις τοῖς ὑπηκόοις σημεῖον ἦρε.
καὶ οὕτω τά τε ἱστία
αὐτῶν εὐθὺς ἀραμένων καὶ ἐς τὸ πέλαγος ἀφέντων, ἀνέμου τινὸς
κατὰ τύχην φοροῦ συμβάντος, νομίσας ὁ ἀντώνιος οὐχ ὑπὸ
τῆς κλεοπάτρας αὐτοὺς ἐκ παραγγέλσεως ἀλλ' ὑπὸ δέους ὡς
καὶ νενικημένους φεύγειν ἐφέσπετό σφισι.
γενομένου δὲ τούτου καὶ
οἱ λοιποὶ στρατιῶται καὶ ἠθύμησαν καὶ ἐταράχθη- σαν, καὶ προσαπο­
δρᾶναι καὶ αὐτοὶ τρόπον τινὰ ἐθελήσαντες οἱ μὲν τὰ ἱστία ἤγειρον,
οἱ δὲ τούς τε πύργους καὶ τὰ ἔπιπλα ἐς τὴν θάλασσαν ἐρρίπτουν,
ὅπως κουφίσαντες διαφύγωσι.
καὶ αὐτοῖς περὶ ταῦτα ἔχουσιν,
οἱ ἐναντίοι προσπεσόντες
(τοὺς γὰρ φεύγοντας, καὶ ἄνευ ἱστίων ὄν­
τες καὶ πρὸς τὴν ναυμαχίαν μόνην παρε- σκευασμένοι, οὐκ ἐπεδίωτ­
ξαν
) πολλοὶ τε ἑκάστῃ νηὶ καὶ ἕκαθεν καὶ ἐν χρῷ ἐμαχέσαντο.
ὥστε
καὶ ποικιλώτατον καὶ ὀξύτατον ἀπ' ἀμφοτέρων ὁμοίως τὸν ἀγῶνα
γενέσθαι.
οἱ μὲν γὰρ τά τε κάτω τῶν νεῶν πάντα πέριξ ἐκακούργουν,
καὶ τὰς κώπας συνέθραυον τά τε πηδάλια ἀπήραττον.
καὶ ἐπα­
ναβαίνοντες ἐπὶ τὰ καταστρώματα τοὺς μὲν κατέσπων ἀντιλαμβα­
νόμενοι τοὺς δὲ ἐώθουν, τοῖς δὲ ἐμάχοντο ἅτε καὶ ἰσοπληθεῖς αὐ­
τοῖς ἤδη ὄντες.
οἱ δὲ τοῖς τε κοντοῖς σφᾶς διεωθοῦντο καὶ ταῖς ἀξί­
ναις ἔκοπτον, πέτρους τε καὶ ἄλλους τινὰς ὄγκους ἐπ' αὐτὸ τοῦτο πα­
ρεσκευασμένους ἐπικατέ- βαλλον, καὶ τούς τε ἀναβαίνοντας ἀπεκρού
οντο καὶ τοῖς ἐς χεῖρας ἰοῦσι συνεφέροντο.
εἴκασεν ἄν τις ἰδὼν
τὰ γιγνόμενα, ὡς μικρὰ μεγάλοις ὁμοιῶσαι, τείχεσί τισιν ἢ καὶ νή­
σοις πολλαῖς καὶ πυκναῖς ἐκ θαλάσσης πολιορκουμέναις.
οὕτω οἱ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index