Baif, Lazare de, De re navali commentarius, 1537
page |< < of 166 > >|
1τριημιολίαι καὶ τριήρεις τρεῖς ὑπῆρχον. λαβούσης δὲ τὴν κα­
ταρχὴν τῆς ναυμαχίας ἐκ τῆς ἀττάλου νεώς, εὐθέως πάντες οἱ σύ
νεγγυς ἀπαρ- αγγέλτως συνέβαλον ἀλλήλοις.
ἄτταλος μὲν οὖν συμ
πεσὼν ὀκτήρει, καὶ προεμβαλὼν ταύτῃ καιρίαν καὶ ὕφαλον πλη­
γήν, ἐπὶ πολὺ τῶν ἐπὶ τοῦ καταστρώ ματος ἀγωνισαμένων τέλος ἐ­
βύθισε τὴν ναῦν.
ἡ δὲ τοῦ φιλίππου δεκήρης, ναυαρχὶς οὖσα, παρα
λόγως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος. ὑποπεσούσης γὰρ αὐτῇ τριη
μιολίας, ταύτῃ δοῦσα πληγὴν βιαίαν κατὰ μέσον τὸ κύτος ὑ
πὸ τὸν θρανίτην σκαλμὸν ἐδέθη, τοῦ κυβερνήτου τὴν ὁρμὴν τῆς
νεὼς οὐκέτι δυνηθέν τος ἀναλαβεῖν.
διὸ καὶ προσκρεμαμένου τοῦ
πλοίου τοῖς ὅλοις ἐδυσχρηστεῖτο καὶ δυσκίνητος ἦν πρὸς πᾶν. ἐν ᾧ και
ρῷ δύο πεντήρεις προσπεσοῦσαι, καὶ τρώσασαι τὴν ναῦν ἐξ ἀμ­
φοῖν τοῖν μεροῖν, καὶ τὸ σκάφος καὶ τοὺς ἐπιβάτας τοὺς ἐν αὐτῷ
διέφθειραν, ἐν οἷς ἦν καὶ δημοκράτης ὁ τοῦ φιλίππου ναύαρχος.
κατὰ δὲ τὸν αὐτὸν καιρὸν διονυσόδωρος καὶ δεινοκράτης, ὄντες ἀ­
δελφοὶ καὶ ναυαρχοῦντες παρ' ἀττάλῳ, συμπεσόντες ὁ μὲν ἑπτήρει
τῶν πολεμίων, ὁ δ' ὀκτήρει, παραβόλως ἐχρήσαντο τῇ ναυμαχίᾳ,
δεινοκράτης μὲν πρὸς ὀκτήρη συμπεσὼν αὐτὸς μὲν ἔξαλον ἔλ­
αβε τὴν πληγήν, ἀναστείρου τῆς νεὼς οὔσης, τὴν δὲ τῶν πολεμίων τρώ
σας ναῦν ὑπο τὰβίαχα τὸ μὲν πρῶτον οὐκ ἐδύνατο χωρισθῆναι,καί
περ πολλάκις ἐπιβαλόμενος πρύμναν κρούειν· διὸ καὶ τῶν μακεδό
νων εὐψύχως ἀγωνιζομένων εἰς τὸν ἔσχατον παρεγένετο κίνδυνον.
ἀττάλου δ' ἐπιβοηθήσαντος αὐτῷ, καὶ διὰ τῆς εἰς τὴν πολεμίαν ναῦν
ἐμβολῆς λύσαντος τὴν συμπλοκὴν τῶν σκαφῶν, ὁ μὲν δεινο­
κράτης ἀπελύθη παραδόξως, οἱ δὲ τῆς πολεμίας νεὼς ἐπιβάται
πάντες εὐψύχως διαγωνισά μενοι διεφθάρησαν, τὸ δὲ σκάφος ἔ­
ρημον ἀπολειφθὲν ὑποχείριον ἐγένετο τοῖς περὶ τὸν ἄτταλον.
ὁ δὲ
διονυσόδωρος μετὰ βίας ἐπιφερόμενος εἰς ἐμβολὴν αὐτὸς μὲν
ἥμαρτε τοῦ τρῶσαι, παραπεσὼν δὲ τοῖς πολεμίοις ἀπέβαλε τὸν

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index