Baif, Lazare de, De re navali commentarius, 1537

List of thumbnails

< >
61
61
62
62
63
63
64
64
65
65
66
66
67
67
68
68
69
69
70
70
< >
page |< < of 166 > >|
1ὥστε παραποδίζεσθαι καὶ τὴν τῶν κυβερνητῶν καὶ τὴν τῶν ἐρετῶν
χρείαν. κατὰ δὲ τὰς ἀντιπρώρρους συμπτώσεις ἐποίουν τι τεχνικόν.
αὐτοὶ μὲν γὰρ ἔμπρωρρα τὰ σκάφη ποιοῦντες ἐξάλους ἐλάμβανον τὰς
πληγάς, τοῖς δὲ πολεμίοις ὕφαλα τὰ τραύματα διδόντες ἀβοη­
θήτους ἐσκεύαζον τὰς πληγάς. σπανίως δ' εἰς τοῦτο συγκατέβαι­
νον. καθόλου γὰρ ἐξέκλινον τὰς συμπλοκὰς διὰ τὸ γενναίως ἀμύ­
νε- σθαι τοὺς μακεδόνας ἀπὸ τῶν καταστρωμάτων ἐν ταῖς συστάδην
γινομέναις μάχαις. τὸ δὲ πολὺ κατὰ μὲν τοὺς διέκπλους παρασύ­
ροντες τῶν πολεμίων νεῶν τοὺς ταρσοὺς ἠχρείουν.
μετὰ δὲ ταῦτα
πάλιν ἐκπεριπλέοντες, καὶ τοῖς μὲν κατὰ πρύμναν ἐμβάλλοντες,
τοῖς δὲ πλαγίοις καὶ στρεφομένοις ἀκμὴν προσπίπτοντες οὓς μὲν
ἐτίτρωσκον, οἷς δὲ παρέλυον ἀεί τι τῶν πρὸς τὴν χρείαν ἀναγκαίων.
καὶ δὴ τῷ τοιούτῳ τρόπῳ μαχόμενοι παμπληθεῖς τῶν πολε­
μίων ναῦς διέφθειραν.
̓επιφανέστατα δ' ἐκινδύνευσαν τρεῖς πεν­
τήρεις τῶν ῥοδίων, ἥ τε ναυαρχίς, ἐφ' ἧς ἔπλει θεοφιλίσκος.
με­
τὰ δὲ ταύτην ἧς ἐτριηράρχει φιλόστρατος.
τρίτη δ' ἣν ἐκυβέρνα
μὲν αὐτόλυκος, ἐπέπλει δὲ νικόστρατος.
ταύτης γὰρ ἐμβαλούσης
εἰς πολεμίαν ναῦν καὶ καταλιπούσης ἐν τῷ σκάφει τὸν ἔμβο­
λον, συνέβη δὴ τὴν μὲν πληγεῖσαν αὔτανδρον καταδῦναι, τοὺς δὲ πε­
ρὶ τὸν αὐτόλυκον, εἰσρεούσης εἰς τὴν ναῦν τῆς θαλάττης διὰ τῆς
πρώρρας, κυκλωθέντας ὑπὸ τῶν πολεμίων τὰς μὲν ἀρχὰς ἀγω­
νίζεθαι γενναίως.
τέλος δὲ τὸν μὲν αὐτόλυκον ἐκπεσεῖν τρωθέντα
μετὰ τῶν ὅπλων εἰς τὴν θάλατταν, τοὺς δὲ λοιποὺς ἐπιβάτας ἀπο­
θανεῖν μαχομένους γενναίως.
ἐν ᾧ καιρῷ θεοφιλίσκος, βοηθή­
σας μετὰ τριῶν πεντήρων, τὴν μὲν ναῦν οὐκ ἠδυνήθη σῶσαι διὰ
τὸ πλήρη θαλάττης εἶναι.
δύο δὲ ναῦς πολεμίας τρώσας τοὺς ἐπι­
βάτας ἐξέβαλε.
ταχὺ δὲ περιχυθέντων αὐτῷ λέμβων πλειόνων καὶ
καταφράκτων νεῶν, τοὺς μὲν πλείστους ἀπέβαλε τῶν ἐπιβατῶν
ἐπιφανῶς ἀγωνισαμένους.
αὐτὸς δὲ τρία τραύματα λαβὼν καὶ πα-

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index