Baif, Lazare de, De re navali commentarius, 1537

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 166 > >|
1μὲν ἐπιβῆναί τε τῶν σκα- φῶν ὥσπερ ἐπ' ἠπείρου καὶ ἐρύματός τινος
ἐπειρῶντο.
καὶ πάντα τὰ ἐς τοῦτο φέροντα σπουδῇ προσῆγον. οἱ
δὲ ἀπεωθοῦντο αὐτούς, ὅ τι ποτὲ ἐν τῷ τοιούτῳ φιλεῖ δρᾶσθαι μη­
χανώμενοι.
ἀντιπάλως οὖν αὐτῶν μαχομένων ὁ καῖσαρ ἀπορήσας
ὅ τι πράξῃ, πῦρ ἐκ τοῦ στρατοπέδου μετεπέμψατο.
πρότερον μὲν
γὰρ οὐκ ἠθέλησεν αὐτῷ, ὅπως τὰ χρήματα περιποιήσηται, χρήσα­
σθαι, τὸτε δὲ ἰδὼν ὅτι ἀδύνατόν οἱ εἴη ἄλλως πως κρατῆσαι, ἐπ'
ἐκεῖνο ὡς καὶ μόνον σφίσιν ἐπικουρῆσον κατέφυγε. κἀνταῦθα
ἄλλο αὖ εἶδος μάχης συνηνέχθη.
οἱ μὲν γὰρ πολλαχῇ ἅμα προ­
πλέοντές τισι, βέλη τε πυρφόρα ἐπ' αὐτοὺς ἐξετόξευον καὶ λαμπά­
δας ἐκ χειρὸς ἐπηκόντιζον καί τινας καὶ χυτρίδας ἀνθράκων,
καὶ πίττης πλήρεις πόρρωθεν μηχαναῖς ἐπερρίπτουν.
οἱ δὲ ταῦτά τε
ὡς ἕκαστα διεκρούοντο.
καὶ ἐπειδή τινα αὐτῶν διεκπίπτοντα τῶν
ξύλων ἥπτετο καὶ φλόγα αὐτίκα πολλήν, ἅτε ἐν νηί, ἤγειρε, τὸ μὲν
πρῶ- τον τῷ ποτίμῳ ὕδατι ᾧ ἐπεφέροντο ἐχρῶντο, καί τινα κατές­
βεσαν.
ἐπεὶ δὲ ἐκεῖνο καταναλώθη, ἤντλουν τὸ θαλάττιον. καὶ οἱ μὲν
πολλῷ τε καὶ ἀθρόῳ αὐτῷ ἐχρῶντο, ἐπεῖχόν πως τῇ βίᾳ τὸ πῦρ.
ἀδύ­
νατοι δὲ δὴ πανταχῇ τοῦτο ποιεῖν ὄντεσν
(οὔτε γὰρ πολλὰ ἢ καὶ μεγάλα
τὰ ἀντλητήρια εἶχον, καὶ ἡμιδεᾶ αὐτὰ
) ἅτε ταραττόμενοι ἀνέφερον.
οὐχ ὅσον οὐκ ὠφελοῦντό τι, ἀλλὰ καὶ προσπαρώξυνον αὐτό· ἡ γὰρ
ἅλμη ἡ θαλαττία ἂν κατ' ὀλίγον ἐπιχέηται φλογί, ἰσχυρῶς αὐτὴν
έκκαίει.
ὡς οὖν καὶ ἐν τούτῳ ἥττους ἐγίγνοντο, τά τε ἱμάτια αὑτῶν
τὰ παχέα καὶ τοὺς νεκροὺς ἐπέβαλλον, καὶ χρόνον μέν τινα ἐκολού­
σθη τε ὑπ' αὐτῶν τὸ πῦρ καὶ ἔδοξέ πῃ λωφᾶν.
ἔπειτα δὲ ἄλλως τε
καὶ τοῦ ἀνέμου σφοδρῶς ἐπισπέρξαντος ἐπὶ πλεῖον ἐξέλαμψεν, ἅτε
καὶ ὑπ' αὐτῶν ἐκείνων αὐξανόμενον.
καὶ μέχρι μὲν μέρος τι νεὼς
ἐκαίετο, προσίσταντό τέ τινες αὐτῷ καὶ ἐς αὐτὸ ἐσεπήδων.
καὶ τὰ
μὲν ἀπέκοπτον τὰ δὲ διεφόρουν.
καὶ αὐτὰ οἱ μὲν ἐς τὴν θάλας­
σαν οἱ δὲ καὶ ἐπὶ τοὺς ἐναντίους ἐρρίπ- τουν, εἴ πως καὶ ἐκείνους τι

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index