Baif, Lazare de, De re navali commentarius, 1537

List of thumbnails

< >
11
11
12
12
13
13
14
14
15
15
16
16
17
17
18
18
19
19
20
20
< >
page |< < of 166 > >|
1συνάψαντες ἐν τοῖς λέμβοις, συνθεα- σάμενοι ποτηρίων πλῆθος καὶ
πορφυρῶν ἱματίων καὶ τῶν τούτοις παρεπομένων σκευῶν, ἀφέμενοι
τοῦ διώκειν ἀπένευσαν ἐπὶ τὴν τούτων ἁρπαγήν. διὸ συνέβη τὸν
ἄτταλον ἀσφαλῆ ποιήσασθαι τὴν ἀπο- χώρησιν εἰς τὰς ἐρυθράς.
φί
λιππος δὲ τοῖς μὲν ὅλοις ἠλαττωμένος παρὰ πολὺ τὴν ναυμαχίαν,
τῇ δὲ περιπετείᾳ τῇ κατὰ τὸν ἄτταλον ἐπαρθείς, ἐπανέπλει, καὶ
πολὺς ἦν συναθροίζων τὰς σφετέρας ναῦς καὶ παρακαλῶν τοὺς
ἄνδρας εὐθαρσεῖς εἶναι, διότι νικῶσι τῇ ναυμαχίᾳ· καὶ γὰρ ὑπέ­
δραμέ τις ἔννοια καὶ πιθανότης τοῖς ἀνθρώποις ὡς ἀπολωλοτος
τοῦ ἀττάλου διὰ τὸ κατάγειν τοὺς περὶ τὸν φίλιππον ἀναδεδεμέ­
νους τὴν βασιλικὴν ναῦν.
ὁ δὲ διονυσόδωρος ὑπονοήσας τὸ παρὰ
τὸν αὑτοῦ βασιλέα γεγονός, ἥθροιζε τὰς οἰκείας ναῦς ἐξαίρων σύν­
θημα.
ταχὺ δὲ συλλεχθεισῶν πρὸς αὐτὸν ἀπέπλει μετ' ἀσφαλείας
εἰς τοὺς κατὰ τὴν ἀσίαν ὅρμους. κατὰ δὲ τὸν αὐτὸν καιρὸν οἱ πρὸς
τοὺς ῥοδίους ἀγωνιζόμενοι τῶν μακεδόνων, πάλαι κακῶςπάσχον­
τες, ἐξέλυον αὑτοὺς ἐκ τοῦ κινδύνου μετὰ προφάσεως κατὰ μέρη
ποιούμενοι τὴν ἀποχώρησιν, ὡς ταῖς οἰκείαις σπεύδοντες ἐπι
κου­
ρῆσαι ναυσὶν.
οἱ δὲ ῥόδιοι, τὰς μὲν ἀναδησάμενοι τῶν νεῶν, τὰς
δὲ προδιαφθείραντες ταῖς ἐμβολαῖς, ἀπέπλευσαν εἰς τὴν χίον.
ἐφθάρησαν δὲ τοῦ μὲν φιλίππου ναῦς ἐν μὲν τῇ πρὸς ἄτταλον ναυ­
μαχίᾳ δεκήρης, ἐννήρης, ἑπτήρης, ἑξήρης.
τῶν δὲ λοιπῶν κατά­
φρακτοι μὲν δέκα καὶ τριημιολίαι τρεῖς, λέμβοι δὲ πέντε καὶ εἴκο­
σι καὶ τὰ τούτων πληρώματα· ἐν δὲ τῇ πρὸς ῥοδίους διεφθάρησαν
κατάφρακτοι μὲν δέκα, λέμβοι δὲ περὶ τετταράκοντα τὸν ἀριθ­
μὸν.
ἥλωσαν δὲ δύο τετρήρεις καὶ λέμβοι σὺν τοῖς πληρώμασιν
ἑπτά. τῶν δὲ παρ' ἄττάλου κατέδυσαν μὲν τριημιολία μία καὶ δύο
πεντήρεις, καὶ τὸ τοῦ βασιλέως σκάφος.
τῶν δὲ ῥοδίων διεφθά­
ρησαν μὲν δύο πεντήρεις, καὶ τριήρεις.
ἤλω δ´ οὐδέν. ἄνδρες
δὲ τῶν μὲν ῥοδίων ἀπέθανον εἰς ἑξήκοντα, τῶν δὲ παρ' ἀττάλου

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index