Baif, Lazare de, De re navali commentarius, 1537

List of thumbnails

< >
51
51
52
52
53
53
54
54
55
55
56
56
57
57
58
58
59
59
60
60
< >
page |< < of 166 > >|
1Victor Fauſtus, dum Venetijs à Rege Chriſtianiſ­
ſimo legatus commorarer.
Ea ſunt hæc, quibus de­
ſcribit pugnam naualem ad Chium factam inter
Philippum & Attalum, utin contextu uidebis: Ὁ δὲ
φίλιππος τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν
δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτις ναυσὶ ἠπορεῖτο,
καὶ δυσχπήστως διέκειτο περὶ τοῦ μέλλοντος.
οὐκ ἐπιδεχομένων
δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν τῶν πολεμίων προσ
δοκίαν.
ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτε-
ρήσειν τῇ τῶν μετάλλων κατασκευῇ. μάλιστα δ' ἐσπούδαζε ποιή́­
σασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ
λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ τὴν γῆν εἰς τὴν σάλ­
μον.
διεψεύσθη δὲ παρὰ πολὺ τοῖς λογισμοῖς. οἱ γὰρ περὶ τὸν Ἄττα­
λον καὶ θεοφιλίσκον, ἅμα τῷ συνιδεῖν αὐτὸν ἀναγόμενον, εἴχον­
το τῶν προκειμένων εὐθέως.
συνέβη δὲ τὸν ἀνάπλουν αὐτῶν γενέσθαι
διαλελυμένον, ἅτε πεπεισμένων τὸν Φίλιππον, καθάπερ εἶπον
ἔτι μένειν ἐπὶ τῶν ὑποκειμένων.
οὐ μὴν ἀλλὰ χρησάμενοι ταῖσεἰρε­
σίαις ἐνεργῶς προσέβαλλον.
Ἄτταλος μὲν τῷ δεξιῷ καὶ καθηγου­
μένῳ τῶν πολεμίων, Θεοφιλίσκος δὲ τοῖς εὐωνύμοις.
Φίλιππος δὲ
περικαταλαμβανό μενος τοῖς καιροῖς, δοὺς τὸ σύνθημα τοῖς ἐπὶ
τοῦ δεξιοῦ καὶ παραγγείλας ἀντιπρώρρους ποιεῖν τὰς ναῦς καὶ συμ
πλέκεσθαι τοῖς πολεμίοις ἐρρωμένως, αὐτὸς ὑπὸ τὰς νησίδας ἀνα­
χωρήσας μετά τινων λέμβων, τὰς μεταξὺ τοῦ πόρου κειμένας, ἀ­
ραδόκει τὸν κίνδυνον.
ἦν δὲ τῶν μὲν τοῦ Φιλίππου νεῶν τὸ πλῆ­
θος τὸ συγκαταστὰν εἰς τὸν ἀγῶνα κατάφρακτοι τρεῖς καὶ πεντή­
κοντα, σὺν δὲ τούτοις ἄφρακτα λέμβοι δὲ σὺν ταῖς πρίστεσιν ἑκατὸν
καὶ πεντήκοντα.
τὰς γὰρ ἐν τῇ Σάμῳ ναῦς οὐκ καταρτί­
σαι πάσας.
τὰ δὲ τῶν πολεμίων σκάφη κατάφρακτα μὲν ἦν
ἑξήκοντα καὶ πέντε σὺν τοῖς τῶν βυζαντίων.
μετὰ δὲ τούτων ἐννέα

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index